ΣΙΝΑΪΤΙΚΑ ΑΝΑΛΕΚΤΑ
ΕΠΙΣΤΟΛΗ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΔΙΑΛΟΓΟΥ
Ἡ παροῦσα ἐπιστολὴ ἐστάλη λατινιστὶ ἀπὸ τὸν Πάπα Ρώμης (590-604) ἅγιο Γρηγόριο τὸν Μέγα (ἢ Διάλογο) στὸν «Ἰωάννη, ἡγούμενο τοῦ ὄρους Σινᾶ», τὸν Σεπτέμβριο τοῦ 600 μ.Χ. Εἶναι κοινὴ πεποίθηση ὅλων σχεδὸν τῶν ἐπιστημόνων ὅτι ὁ ἐν λόγῳ ἡγούμενος Ἰωάννης ταυτίζεται μὲ τὸν ὅσιο Ἰωάννη τῆς Κλίμακος. Ἡ μετάφρασις πραγματοποιήθηκε ἀπὸ τὸ κείμενο τῆς Patrologiæ Latinæ τοῦ J.P.Migne, 1862 (τ.77, 1117D-1119B), καθὼς καὶ ἀπὸ τὸν παλαιότερο σωζόμενο κώδικα τῶν ἐπιστολῶν τοῦ ἁγίου Γρηγορίου, Cologne 92 (8ος αἰών), φ.140αβ (www.ceec.uni-koeln.de).
ΙΟΥΛΙΑΝΟΣ
[Περὶ τοῦ πρώτου ναοῦ ἐπὶ τῆς ἁγίας Κορυφῆς, 360 μ.Χ.]
Ἀπόσπασμα ἐκ τῆς Φιλοθέου Ἱστορίας τοῦ Θεοδωρήτου ἐπισκόπου Κύρου (περὶ τὸ 444 μ.Χ.)
Ἰουλιανὸς, ὃν Σάβαν ἐπίκλην οἱ ἐπιχώριοι τιμῶντες ὠνόμαζον —τὸν δὲ πρεσβύτην τῇ ἑλλάδι φωνῇ σημαίνει τὸ ὄνομα—, ἐν τῇ πάλαι μὲν Παρθυαίων, νῦν δὲ Ὀσροηνῶν ὀνομαζομένῃ, τὴν ἀσκητικὴν καλύβην ἐπήξατο· διατείνει δὲ αὕτη πρὸς μὲν ἑσπέραν μέχρις αὐτῆς τοῦ ποταμοῦ τῆς ὄχθης —Εὐφράτης δὲ ὄνομα τούτῳ—, πρὸς ἥλιον δὲ ἀνίσχοντα τὸ τέρμα ἔχει τῆς Ῥωμαίων ἡγεμονίας· ἡ γὰρ Ἀσσυρία διαδέχεται, πέρας οὖσα ἑσπέριον τῆς Περσικῆς βασιλείας, ἣν Ἀδιαβηνὴν οἱ μετὰ ταῦτα ὠνόμασαν. Ἐν τούτῳ τῷ ἔθνει πολλαὶ μὲν πόλεις μεγάλαι καὶ πολυάνθρωποι, χώρα δὲ παμπόλλη μὲν οἰκουμένη, παμπόλλη δὲ ἀοίκητός τε καὶ ἔρημος.
[…]
Τοσοῦτος γὰρ ὢν καὶ τοιοῦτος τὴν ἀρετήν, οὐδὲ τῆς τυχούσης τιμῆς ἄξιον ἑαυτὸν ὑπελάμβανε καὶ ἀπωθεῖτο μὲν αὐτὴν, ὡς οὐδαμόθεν αὐτῷ προσήκουσαν, ἠνείχετο δὲ πάλιν, ὡς τοὺς δρῶντας εὐεργετοῦσαν. Ταύτην ἀποδιδράσκων —δῆλος γὰρ ἅπασι γεγονὼς εἷλκε πρὸς αὑτὸν διὰ τῆς φήμης τοὺς τῶν ἀγαθῶν ἐραστάς—, τὸ τέλος ἐπὶ τὸ Σίναιον ὄρος μετ' ὀλίγων τῶν συνηθεστέρων ἐξώρμησεν, οὐ πόλεως ἐπιβαίνων, οὐ κώμης, ἀλλὰ τὴν ἄβατον ἔρημον βατὴν ἐργαζόμενος. Ἔφερον δὲ ἐπὶ τῶν ὤμων καὶ τὴν ἀναγκαίαν τροφὴν —τὸν ἄρτον φημὶ καὶ τοὺς ἅλας— καὶ κώθωνα ἐκ ξύλου πεποιημένον καὶ σπογγιὰν σμηρίνθῳ προσδεδεμένην ὅπως, εἴ ποτε βαθύτερον εὕροιεν ὕδωρ, ἀνιμήσαιντο μὲν τῇ σπογγιᾷ, ἀποθλίψαντες δὲ εἰς τὸν κώθωνα ἀποπίοιεν. Τοιγάρτοι πολλῶν ἡμερῶν ὁδὸν ἐξανύσαντες, καταλαμβάνουσι τὸ ποθούμενον ὄρος καί, τὸν οἰκεῖον προσκυνήσαντες δεσπότην, πολὺν ἐκεῖ διετέλεσαν χρόνον, τοῦ χωρίου τὴν ἐρημίαν καὶ τὴν τῆς ψυχῆς ἡσυχίαν τρυφὴν μεγίστην ἡγούμενοι. Ἐν ἐκείνῃ δὲ τῇ πέτρᾳ, ὑφ' ᾗ κρυπτόμενος Μωϋσῆς τῶν προφητῶν ὁ κορυφαῖος ἠξιώθη τὸν θεὸν ἰδεῖν, ὡς δυνατὸν ἦν ἰδεῖν, ἐκκλησίαν δειμάμενος καὶ θεῖον ἁγιάσας θυσιαστήριον ὃ καὶ εἰς δεῦρο διέμεινεν, εἰς τὴν οἰκείαν ἐπανῆκε παλαίστραν.
ΕΠΙΣΤΟΛΕΣ ΑΓ. ΜΑΚΑΡΙΟΥ ΚΟΡΙΝΘΟΥ & ΡΑΦΑΗΛ ΣΙΝΑΪΤΟΥ
Ἀλληλογραφία ἁγίου Μακαρίου Κορίνθου καὶ Ἱερομονάχου Ραφαὴλ Σιναΐτου, περὶ τοῦ νεομάρτυρος ἁγίου Πολυδώρου τοῦ Κυπρίου (1794-1795). Ἀπὸ τὴν ἀλληλογραφία διαφαίνεται ὅτι πιθανῶς ὁ ἅγιος Πολύδωρος διετέλεσε Σιναΐτης Μοναχός. Κῶδιξ Σινᾶ 2187, σ.263-265.
Α΄
Τοῦ πρώην Κορίνθου πρὸς τὸν Σκευοφύλακα Ραφαὴλ Σιναΐτην
Σιμὰ εἰς τὰς μεγάλας χάριτας ὁποῦ μὲ ἐχαρίτωσεν ὁ πνευματικός της υἱὸς Πολύδωρος, ὁ νέος μάρτυς τοῦ Χριστοῦ, δὲν ἔλειψεν ὁ παντευλόγητος νὰ μὲ ἀξιώσῃ καὶ ταύτης, τοῦ νὰ ἀπολαύσω δηλ. δι᾿ αὐτοῦ καὶ τῆς εὐνοίας καὶ γνωριμίας τῆς σεβασμίας αὐτῆς ὁσιότητος. Ἐπειδὴ ἐν ὅσῳ διέτριψεν ἐνταῦθα, δὲν ἔπαυεν ὅσ᾿ ὧραι σχεδόν,
ΝΕΑΡΑ ΤΟΥ ΙΟΥΣΤΙΝΙΑΝΟΥ
Εἰ δὲ καὶ ἀνδράσι τοῖς περιδεξίοις εἰς ὑπηρεσίαν τῶν βασιλέων ἀρχόντων καταστρατηγῆσαι ἢ πόλεων διοικήσεις ἐγχειρισθῆναι ἢ λαοὺς ὁδηγῆσαι ἢ καὶ ἄλλ᾿ ἄττα τοιαῦτα πράττειν δεδομένοις τῷ κράτει τῆς τῶν Ῥωμαίων ἀρχῆς φαινόμενα χρήσιμα τιμὴν ἐπιμετρεῖ τὴν προσήκουσαν τῶν ὑπηκόων ὅσοι εὐγνώμονες, οἱ ἡγούμενοι δίκαιοι ἂν εἶεν <οἱ> τὸ τῆς ὑποθήκης τούτων βλέπειν [τὸ] πέρας ἐπιδεχόμενοι, ἀνδρῶν σεμνῶν καὶ βίῳ καὶ τρόπῳ καὶ θεῷ πλησιαζόντων, οὐχ ὅσα τῶν κατὰ τὰ ἐκτὸς συντεινόντων, ἀλλὰ κρείττω καὶ εἰς ψυχὴν αὐτὴν παραπέμποντα τὴν ὠφέλειαν, μᾶλλον δὲ καὶ τοῦτο κἀκεῖνο περιποιούμενα τοῖς ἐκ τῆς ἄνωθεν δεξιᾶς προβαλλομένης [τοῖς] αὐτοκράτορσι· πῶς οὐκ ἂν εἴη τῶν καθηκόντων ἐπικλινὲς ὠτίον βραβεύειν καὶ εἰς τέλος ἄγειν ἅπερ <ἂν> αἰτήσαιντο; εἰ δὲ καὶ ἄλλως τῇ δεήσει τιμᾶται τὸ εὔλογον, οὐχ ὅπως διὰ τὴν τούτων παράκλησιν, ἄλλ᾿ ἤδη καὶ καθ᾿ αὐτὸ τὸ πρᾶγμα ἀξίως ἔχει γενέσθαι, τηνικαῦτα καὶ μᾶλλον ταῖς αἰτήσεσι τούτων ἐπαινετέον τοὺς ἄνακτας καὶ παρεκτέον ἅπερ ἐθέλοιεν, ἵν᾿ εἶεν οὐ μόνον αὐτοῖς, ἀλλὰ καὶ τῷ δικαίῳ κατὰ τὸ εἰκὸς χαριζόμενοι.
ΠΕΡΙ ΚΤΙΣΜΑΤΩΝ
ΠΡΟΚΟΠΙΟΥ Καισαρέως (6ος αἰ.), Ἀπόσπασμα
Ἐν δὲ τῇ πάλαι μὲν Ἀραβίᾳ, νῦν δὲ Παλαιστίνῃ τρίτῃ καλουμένῃ, χώρα μὲν ἔρημος ἐπὶ μακρὸν κατατείνει, καρπῶν τε καὶ ὑδάτων καὶ πάντων ἀγαθῶν ἄφορος. καὶ ὄρος ἀπότομόν τε καὶ δεινῶς ἄγριον ἀποκρέμαται ἄγχιστά πη τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης, Σινὰ ὄνομα. οὐδὲν δέ μοι ἀμφὶ τοῖς ἐκείνῃ χωρίοις ἀναγράψασθαι ἀναγκαῖον ἐνταῦθα τοῦ λόγου, ἐπεὶ ἅπαντά μοι τά τε κατὰ τὴν Ἐρυθρὰν θάλασσαν καὶ τὸν Ἀραβικὸν καλούμενον κόλπον, Αἰθίοπάς τε τοὺς Αὐξωμίτας καὶ τὰ τῶν Ὁμηριτῶν Σαρακηνῶν γένη ἀκριβολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις· ἵνα δὴ καὶ τοῦτό μοι διδιήγηται, ὅντινα τρόπον Ἰουστινιανὸς βασιλεὺς τὸν Φοινικῶνα προσεποίησε τῇ Ῥωμαίων ἀρχῇ. ταῦτα μὲν οὖν τούτου δὴ ἕνεκα λέγειν ἀφίημι, ὡς μὴ ἀπειροκαλίας ἀνενέγκοιμι δόξαν.
ΣΙΓΙΛΛΙΟΝ ΠΑΤΡΙΑΡΧΟΥ ΓΑΒΡΙΗΛ
Γαβριὴλ τοῦ Δ΄, Σιγίλλιον περὶ τῶν προνομίων καὶ τῆς διοικήσεως τοῦ Σινᾶ (1782)
Πολλάκις δὲ καὶ τὰ καλῶς ἔχοντα, καὶ παγίως ἀπ᾿ ἀρχῆς πεπηγότα, καὶ ἐν διαμονῇ καὶ ἑδραιότητι καὶ δυσμετακινήτῳ καταστάσει πρὸ ἀμνημονεύτων χρόνων διατελέσαντα, ἢ ὑπονοηθείσης, ἢ καὶ λαληθείσης ἐν μέρει μετακινήσεώς τινος οὐκ εὐλόγου, πλείονος καὶ στερεωτέρας ἀσφαλείας, καὶ νεωτέρας ἐπισυστάσεως καὶ κατοχυρώσεως ἀξιοῦται κατὰ προμήθειαν ὑπὸ τῆς Ἐκκλησιαστικῆς ἰσχύος τε καὶ μεταγειότητος, καὶ οὑτωσὶ ἐπιστημόνων εἰς διαδοχὰς αἰώνων διὰ τῆς γραφῆς παραπέμπεται, τῆς ἀρχαίας ἕδρας καὶ στάσεως ὑπὸ τῶν φιλοκαίνων οὐ ρᾳδίως ἐξοικιζόμενα· εἰ μὴ γὰρ τοῦτο ἐγένετο παρὰ τῶν εἰληφότων προστασίαν κοινῶν πραγμάτων, οἷς τοῦ δικαίου πρὸ πάντων φροντίς, καὶ πᾶν τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον κρίνεται, ἦν ἰδεῖν τῷ βουλομένῳ τὰ πάντα ἀσυστάτως φερόμενα, καὶ πρὸς τὸ δοκοῦν ἑκάστῳ ἀείποτε μεθελκόμενα, καὶ τάξιν μεταβάλλοντα συνεχῶς, καὶ τῆς διὰ τε Βασιλικῶν θεσπισμάτων, καὶ τακτικῶν ἀρχαιοτάτων Ὑποτυπώσεων ἐν πίναξιν ἱεροῖς ἐπιβραβευθείσης αὐτοῖς ἐλευθερίας, καὶ τῶν σεμνῶν καὶ γεραρῶν προνομίων ἄρδην ἐκπίπτοντα· ὅπερ οὐ δίκαιον πάντως οὔτε νόμιμον.
ΟΔΟΙΠΟΡΙΚΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΠΟΡΦΥΡΙΟΥ Β΄ (1904-1926)
Γέροντα, συγχώρησον ἡμῖν εἴ τι ἡμάρτομεν κατὰ Σοῦ ὡς ποιμὴν καὶ Πατὴρ φιλόστοργος καὶ μνημόνευον ἡμῶν ἐνώπιον τοῦ Θεοῦ, ὡς καὶ ἡμεῖς μνημονεύομέν σου σήμερον. Ἀμήν.
Ο ΠΡΟΣΚΥΝΗΤΗΣ ΤΟΥ ΟΡΟΥΣ ΣΙΝΑ
(«Σιναϊτικὸς Κῆπος», Ἀνατύπωσις ἐκ τῆς «Νέας Ἡμέρας», 1911)
Ἔντρομος δὲ γενόμενος Μωσῆς οὐκ
ἐτόλμα κατανοῆσαι. Εἶπε δὲ αὐτῶ ὁ
Κύριος, Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου∙
ὁ γὰρ τόπος ἐν ᾧ ἔστηκας, γῆ ἁγία ἐστίν.
Ἡ θεοσεβὴς ἀνθρωπότης καθ᾿ ὅλους τοὺς χρόνους ἀπένειμεν εἰς τοὺς τόπους ἔνθα οἱ θρησκευτικοὶ αὐτῆς ἀρχηγοὶ ἐπετέλεσαν τὸ ἱερὸν αὐτῶν ἔργον ἐξαιρετικὴν τιμήν. Ἐὰν περιορισθῶμεν μόνον εἰς τοὺς Χριστιανούς, δι᾿ αὐτοὺς ἡ Παλαιστίνη ἐθεωρεῖτο καὶ θεωρεῖται ὁ τόπος ἔνθα δεῖ προσκυνεῖν, διότι ἐπάτησεν ἐπ᾿ αὐτοῦ ὁ Λυτρωτὴς τοῦ κόσμου. Περιπατῶν τις ἐν Παλαιστίνῃ αἰσθάνεται ἱερὸν ρῖγος ἀναλογιζόμενος ὅτι πατεῖ ἐπὶ τῶν ἰχνῶν τοῦ Κυρίου ἡμῶν, ὅτι ἀκούει μυστικῶς τῆς φωνῆς αὐτοῦ ἀναβαίνων ἐπὶ τοῦ ὄρους τῶν μακαρισμῶν. Διὸ καὶ ἀπὸ τῆς πρώτης ἐποχῆς τοῦ Χριστιανισμοῦ οἱ ἱεροὶ τόποι ἦσαν ἀντικείμενον προσκυνήσεως καὶ εὐλαβοῦς ἐπισκέψεως. Οἱ Χριστιανοὶ μεταβαίνοντες ἐκεῖ ἤντλουν ὕδωρ ζωῆς ἐκ τῶν πηγῶν τοῦ σωτηρίου, τὸ ὕδωρ ἐκεῖνο ὅπερ ὑπέσχετο ὁ Σωτὴρ ἡμῶν εἰς τὴν Σαμαρείτιδα ὅτι ὁ πιὼν αὐτὸ οὐ μὴ διψήσει πώποτε. Τὸ ὕδωρ τοῦτο τῆς πίστεως οἱ εὐλαβεῖς προσκυνηταὶ ἀντλοῦντες μετέδιδον εἰς τοὺς οἴκους αὐτῶν καὶ τοὺς συγγενεῖς αὐτῶν πρὸς σωτηρίαν καὶ οἰκοδομήν. Τοῦτο συμβαίνει ἤδη καὶ σήμερον. Πληθὺς εὐσεβῶν κατέρχεται εἰς Παλαιστίνην ἐκ τῶν τεσσάρων περάτων τῆς οἰκουμένης, ὅπως αἰσθανθῇ τὴν ἱερὰν συγκίνησιν τῆς θρησκείας∙ οἱ δὲ εὐλαβεῖς ὀρθόδοξοι λαβόντες τὸ ἅγιον φῶς τοῦ Μ. Σαββάτου φυλάττουσιν αὐτὸ ἀκοίμητον μέχρις οὗ ἐπανέλθωσιν οἴκαδε, πολλάκις μέχρι Σιβηρίας.
ΜΕΓΑ ΚΑΙ ΘΑΥΜΑΣΤΟΝ ΠΡΟΣΚΥΝΗΜΑ
ΕΙΣ ΠΑΛΑΙΣΤΙΝΗΝ ΚΑΙ ΣΙΝΑ (1924)
Περιγραφὴ ἐκτενεστάτη τῶν ἐν Παλαιστίνῃ ἱερῶν Προσκυνημάτων,
Ἁγίας Πόλεως Ἱερουσαλήμ, Βηθλεέμ, Ὄρους Ἐλαιῶν,
Γεσθημανῆς, Γαλιλαίας καὶ Ἰορδάνου, Ναζαρέτ, Τιβε-
ριάδος, Νεκρᾶς θαλάσσης καὶ Θαβωρίου, Θεοβα-
δίστου Ὄρους Σινᾶ καὶ Ἐρυθρᾶς θαλάσσης
ΥΠΟ
τοῦ Ἡγουμένου τῆς ἐν Πάρῳ Μονῆς Λογγοβάρδας
ΦΙΛΟΘΕΟΥ
(Ἀποσπάσματα ἀφορῶντα εἰς τὸ ὄρος Σινᾶ)
ΠΡΟΛΟΓΟΣ
Πᾶς χριστιανὸς ἔχων καὶ ὀλίγην, ἔστω, εὐλάβειαν εἰς τὰ Θεῖα, ἐπιποθεῖ καὶ ὀρέγεται νὰ ἴδῃ, εἰ δυνατόν, ἰδίοις ὀφθαλμοῖς καὶ σωματικῶς τοὺς Ἁγίους Τόπους. Ὑπὸ τοιαύτης ἐπιθυμίας κἀγὼ ὁ πανευτελὴς καὶ ἐλάχιστος φλεγόμενος, ἐδεόμην πολλάκις καὶ ἱκέτευον τὸν Πανάγαθον Θεὸν καὶ Πατέρα τὸν ἐν Οὐρανοῖς, λέγων: «Ἀξίωσον, Φιλάνθρωπε καὶ Οἰκτίρμον, κἀμὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον τοῦ Οὐρανοῦ καὶ τῆς γῆς, νὰ ὑπάγω προσωπικῶς νὰ προσκυνήσω τὸν Πανάγιον καὶ Ζωοδόχον Τάφον τοῦ μονογενοῦς Σου Υἱοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ λοιπὰ ἐν τῇ Ἁγίᾳ Πόλει Σιὼν ἅγια καὶ ἱερὰ καὶ θαυμαστὰ προσκυνήματα∙ καὶ τότε, ἀφοῦ ἴδω αὐτὰ καὶ προσκυνήσω, ἂς ἀποθάνω».
Ἂς ἔχῃ ὅμως δόξαν ὁ Πανάγαθος Θεός, ὅστις εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου, καὶ τὴν αἴτησίν μου οὐ παρεῖδεν, ἀλλ᾿ ἐπλήρωσε τὸν διακαῆ πόθον μου καὶ τὴν δίψαν μου, καὶ ἐνέπλησε χαρᾶς καὶ εὐφροσύνης τὴν ταπεινήν μου ψυχήν. Τί ἀνταποδώσω λοιπὸν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Οὐ μόνον δὲ τὰ ἐν Ἱεροσολύμοις καὶ Παλαιστίνῃ ἱερὰ προσκυνήματα μὲ ἠξίωσεν ἡ χάρις τοῦ Κυρίου καὶ εἶδον καὶ ἐπροσκύνησα∙ ἀλλὰ καὶ τὸ Ἅγιον καὶ Θεοβάδιστον Ὄρος Σινᾶ, τὴν ἁγίαν ἐκείνην κορυφήν, ἔνθα καταβὰς ὁ Κύριος ἐν γνόφῳ καὶ θυέλλῃ καὶ ἐν ἤχῳ σαλπίγγων, τὰς πλάκας τὰς νομικὰς ἐνεχείρισε τῷ θεράποντι Αὐτοῦ Μωϋσεῖ, καὶ πολλὰ ἄλλα ἄξια λόγου ἱερώτατα μέρη ἐν Σινᾷ, Ραϊθῷ καὶ Αἰγύπτῳ, περὶ ὧν πάντων κατὰ μέρος κατωτέρω διηγήσομαι.
ΛΟΓΟΣ Α΄
Περὶ ἀποταγῆς
Περὶ τῆς τοῦ ματαίου βίου ἀποταγῆς
1. Τοῦ ἀγαθοῦ καὶ ὑπεραγάθου καὶ παναγάθου ἡμῶν Θεοῦ καὶ βασιλέως (καλὸν γὰρ ἐκ Θεοῦ πρὸς τοὺς Θεοῦ θεράποντας ἄρξασθαι), πάντων τῶν ὑπ᾿ αὐτοῦ κτισθέντων λογικῶν αὐτεξουσιότητος ἀξιώματι τιμηθέντων, οἱ μέν εἰσιν αὐτοῦ φίλοι, οἱ δὲ γνήσιοι δοῦλοι, οἱ δὲ ἀχρεῖοι, οἱ δὲ πάντη ἀπεξενωμένοι, οἱ δὲ, εἰ καὶ ἀσθενεῖς, ὅμως ἀντίδικοι.
2. Καὶ φίλους μὲν κυρίως ἡμεῖς οἱ ἰδιῶται, ὦ ἱερὰ κεφαλή, περὶ Θεὸν ὑπειλήφαμεν, τὰς περὶ αὐτὸν νοεράς τε καὶ ἀσωμάτους οὐσίας· γνησίους δὲ δούλους, πάντας τοὺς τὸ θέλημα αὐτοῦ ἀόκνως, καὶ ἀπαραλείπτως ποιοῦντας, καὶ ποιήσαντας· ἀχρείους δὲ δούλους, ὅσοι μὲν τοῦ βαπτίσματος ἀξιωθῆναι νομίζουσι, τὰς δὲ πρὸς αὐτὸν συνθήκας γνησίως οὐκ ἐφυλάξαντο· ξένους δ᾿ ἀπὸ Θεοῦ, καὶ ἐχθροὺς νοήσωμεν, ὅσοι ἢ ἄπιστοι, ἢ κακόπιστοι τυγχάνουσι. Πολέμιοι δ᾿ εἰσὶν οἱ μὴ μόνον τὸ τοῦ Κυρίου πρόσταγμα διακρουσάμενοι, καὶ ἐξ ἑαυτῶν ἀποῤῥίψαντες, ἀλλὰ καὶ τοὺς τοῦτο κατεργαζομένους ἰσχυρῶς πολεμοῦντες.
ΛΟΓΟΣ Β΄
Περὶ ἀπροσπαθείας
1. Ὁ ἐν ἀληθείᾳ τὸν Κύριον ἀγαπήσας· ὁ ἐν ἀληθείᾳ τῆς μελλούσης βασιλείας ἐπιτυχεῖν ἐπιζητήσας· ὁ ἐν ἀληθείᾳ πόνον περὶ τῶν ἑαυτοῦ πταισμάτων ἐσχηκώς· ὁ ἐν ἀληθείᾳ μνήμην κολάσεως κτησάμενος, καὶ κρίσεως αἰωνίου· ὁ ἐν ἀληθείᾳ φόβον τῆς ἑαυτοῦ ἐξόδου ἀναλαβὼν οὐκ ἔτι ἀγαπήσει, οὐκ ἔτι φροντίσει, ἢ μεριμνήσει, οὐ χρημάτων, οὐ κτημάτων, οὐ γονέων, οὐ δόξης τοῦ βίου, οὐ φίλου, οὐκ ἀδελφῶν, οὐδενὸς ἐπιγείου τὸ παράπαν· ἀλλὰ πᾶσαν αὐτοῦ τὴν σχέσιν, πᾶσαν τὴν περὶ τούτου φροντίδα ἐκτιναξάμενος, καὶ μισήσας· ἐπειδὴ καὶ τὴν ἑαυτοῦ σάρκα· πρὸς τούτων γυμνὸς, καὶ ἀμέριμνος, καὶ ἀόκνως Χριστῷ ἀκολουθεῖ, πρὸς τὸν οὐρανὸν ἀεὶ βλέπων, καὶ τὴν ἐκεῖθεν βοήθειαν ἀναδεχόμενος, κατὰ τὸν εἰπόντα ἅγιον· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου (Ψαλμ. ξβ´, 9), καὶ τὸν ἄλλον τὸν ἀείμνηστον εἰρηκότα· Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν σοι, καὶ ἡμέραν, ἢ ἀνάπαυσιν ἀνθρώπου οὐκ ἐπεθύμησα, Κύριε (Ἱερεμ. ιζ´ 16).
ΛΟΓΟΣ Γ΄
Περὶ ξενιτείας
1. Ξενιτεία ἐστὶ κατάλειψις ἀνεπίστροφος πάντων τῶν ἐν τῇ πατρίδι, πρὸς τὸν τῆς εὐσεβείας σκοπὸν ἡμῖν ἀντιπραττόντων. Ξενιτεία ἐστὶν ἀπαῤῥησίαστον ἦθος, ἄγνωστος σοφία, ἀδημοσίευτος σύνεσις, ἀπόκρυφος βίος, ἀθεώρητος σκοπὸς, ἀφανὴς λογισμὸς, εὐτελείας ὄρεξις, στενοχωρίας ἐπιθυμία, πόθου θείου ὑπόθεσις, ἔρωτος πλῆθος, κενοδοξίας ἄρνησις, σιωπῆς βυθός.
2. Πέφυκέ πως καὶ οὗτος ὁ λογισμὸς ἐν προοιμίοις τοῖς ἐρασταῖς Κυρίου ἀεννάως, καὶ ἐπιτεταμένως διενοχλεῖν, ὡς ἐν θείῳ πυρί· λέγω δὲ ὁ τῶν ἰδίων [Α. οἰκείων] μακρισμὸς, σκοπῶ εὐτελείας, καὶ θλίψεως, προτρεπόμενος τοὺς ἐραστὰς τοῦ τοιούτου καλοῦ. Πλὴν καθ᾿ ὅσον μέγας καὶ ἀξιέπαινός ἐστι, κατὰ τοσοῦτον πολλὴν καὶ τὴν διάκρισιν κέκτηται. Οὐ γὰρ πᾶσα ξενιτεία ἄκρως γινομένη καλή.
ΛΟΓΟΣ Δ΄
Περὶ ὑπακοῆς
Περὶ τῆς μακαρίας καὶ ἀειμνήστου ὑπακοῆς
1. Πρὸς τοὺς πύκτας ἡμῖν λοιπόν, καὶ τοῦ Χριστοῦ ἀθλητὰς περιὼν ὁ λόγος εὐθέτως κατήντησεν. Παντὸς μὲν γὰρ καρποῦ προηγεῖται ἄνθος· πάσης δὲ ὑπακοῆς ξενιτεία, ἢ σώματος, ἢ θελήματος. Ἐν ταῖς δυσὶ γὰρ ταύταις ἀρεταῖς, ὥσπερ ἐν χρυσαῖς πτέρυξι πρὸς τὸν οὐρανὸν ἀόκνως ἀνέρχεται ἡ ὁσία. Καὶ ἴσως περὶ αὐτῆς πνευματοδόχος τις ἐμελῴδησε. Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι διὰ πρακτικῆς, καὶ καταπαύσω (Ψαλμ. ΝΔ´, 7) διὰ θεωρίας καὶ ταπεινώσεως;
ΛΟΓΟΣ Ε΄
Περὶ μετανοίας
Περὶ μετανοίας μεμεριμνημένης καὶ ἀληθῶς ἐναργοῦς, ἐν ᾖ καὶ βίος τῶν ἁγίων καταδίκων καὶ περὶ τῆς φυλακῆς.
1. Προέδραμέ ποτε Πέτρου Ἰωάννης· προτέτακται δὲ νῦν ὑπακοὴ μετανοίας· ὁ μὲν γὰρ προλαβὼν ὑπακοῆς, ὁ δὲ ἕτερος τῆς μετανοίας τύπος καθέστηκε.
2. Μετάνοιά ἐστιν ἀνάκλησις βαπτίσματος. Μετάνοια, ἐστὶ συνθήκη πρὸς Θεὸν δευτέρου βίου. Μετάνοιά ἐστι ταπεινώσεως ἀγοραστής. Μετάνοιά ἐστι σωματικῆς κατακλήσεως διηνεκὴς ἀνελπιστία. Μετάνοιά ἐστι αὐτοματόκριτος λογισμὸς, καὶ ἀμέριμνος αὐτομέριμνος. Μετάνοιά ἐστι θυγάτηρ ἐλπίδος, καὶ ἄρνησις ἀνελπιστίας. Μετανοῶν ἐστι κατάδικος ἀκαταίσχυντος.
ΛΟΓΟΣ Ϛ΄
Περὶ μνήμης θανάτου
1. Παντὸς λόγου προηγεῖται ἔννοια. Μνήμη δὲ θανάτου καὶ πταισμάτων προηγεῖται κλαυθμοῦ καὶ πένθους· διὸ κατὰ τὴν οἰκείαν τάξιν καὶ ἐν τῷ λόγῳ τέθειται.
2. Μνήμη θανάτου ἐστὶ καθημερινὸς θάνατος, μνήμη δὲ ἐξόδου κάθωρος στεναγμός.
3. Δειλία μὲν θανάτου ἐστὶν ἰδίωμα φύσεως ἐκ παρακοῆς προσγενόμενον, τρόμος δὲ θανάτου ἐστὶν ἀμετανοήτων πταισμάτων τεκμήριον.
4. Δειλιᾷ Χριστὸς θάνατον, οὐ τρέμει, ἵνα τῶν δύο φύσεων τὰ ἰδιώματα σαφῶς ἐμφανίσῃ.
ΛΟΓΟΣ Ζ΄
Περὶ τοῦ χαροποιοῦ πένθους
1. Πένθος κατὰ Θεόν ἐστι σκυθρωπότης ψυχῆς ἐνωδύνου καρδίας διάθεσις, ἀεὶ τὸ διψώμενον ἐμμανῶς ζητοῦσα· καὶ ἐν τῇ τούτου ἀποτυχίᾳ ἐμπόνως διώκουσα, καὶ ὄπισθεν τούτου ὁ δυνηρῶς ὀλολύζουσα.
2. Ἢ οὕτως· πένθος ἐστὶ κέντρον χρύσεον ψυχῆς πάσης προσηλώσεως καὶ σχέσεως γυμνωθέν· καὶ ἐν ἐπισκοπῇ καρδίας ὑπὸ τῆς ὁσίας λύπης καταπηχθέν.
3. Κατάνυξίς ἐστιν ἀένναος συνειδότος βασανισμός, διὰ νοερᾶς ἐξαγορεύσεως τὴν ἀνάψυξιν τοῦ πυρὸς τῆς καρδίας πραγματευόμενος.
ΛΟΓΟΣ Η΄
Περὶ ἀοργησίας καὶ πραότητος
1. Ὥσπερ ὕδατος ἐν φλογὶ κατὰ μικρὸν προστιθεμένου, τελείως ἡ φλὸξ ἀποσβέννυται, οὕτω καὶ τοῦ ἀληθινοῦ πένθους τὸ δάκρυον πᾶσαν τὴν φλόγα τοῦ θυμοῦ καὶ ὀξυχολίας ἀποκτείνειν πέφυκε· διὸ αὐτὸ καὶ ἀκολούθως τετάχαμεν.
2. Ἀοργησία τοίνυν ἐστὶν ἔφεσις ἀτιμίας ἀκόρεστος, ὡς ἐν τοῖς κενοδόξοις εὐφημίας ἀπέραντος. Ἀοργησία ἐστὶ φύσεως ἧττα, ἐν ἀναισθησίαις ὕβρεων ἐξ ἀγώνων καὶ ἱδρώτων προσγινομένη.
ΛΟΓΟΣ Θ΄
Περὶ μνησικακίας
1. Αἱ μὲν ὅσιαι ἀρεταὶ, τῇ τοῦ Ἰακὼβ κλίμακι παρεοίκασιν, αἱ δὲ ἀνόσιοι κακίαι, τῇ ἁλύσει τῇ ἐκπεσούσῃ ἐκ Πέτρου τοῦ κορυφαίου. Διὸ αἱ μὲν μία τῇ μιᾷ συνδεθεῖσαι εἰς οὐρανὸν τὸν προαιρούμενον ἀναφέρουσιν· αἱ δὲ ἑτέρα τὴν ἑτέραν γεννᾷν καὶ συσφίγγειν πεφύκασιν. Διὸ καὶ ἠκούσαμεν νῦν τοῦ ἀσυνέτου θυμοῦ γέννημα αὐτοῦ οἰκεῖον τὴν μνησικακίαν ὑπάρχειν φήσαντος, ὅθεν καὶ καιροῦ νῦν καλοῦντος ἀρτίως περὶ αὐτῆς εἴπωμεν.
ΛΟΓΟΣ Ι΄
Περὶ καταλαλιᾶς
1. Οὐδεὶς τῶν εὐφρονούντων ἀντείπῃ, οἶμαι, μὴ ἐκ μίσους καὶ μνησικακίας τὴν καταλαλιὰν τίκτεσθαι· διὸ καὶ μετὰ τοὺς αὐτῆς προγόνους ὡς ἐν εἱρμῷ τέτακται.
Καταλαλιά ἐστιν ἀποκύημα μίσους· λεπτὴ νόσος, παχεία, κεκρυμμένη καὶ λανθάνουσα βδέλλα, ἀγάπης ἐκδαπανῶσα καὶ ἐξαφανίζουσα αἷμα· ἀγάπης ὑπόκρισις· καρδίας ῥύπου καὶ βάρους πρόξενος· ἀφανισμὸς ἁγνείας.
2. Ὥσπερ εἰσὶ νεάνιδες ἀπηρυθριασμένως τὰ κακὰ πράττουσαι· εἰσὶ δὲ ἕτεραι λεληθότως καὶ αἰδεστικωτέρως χαλεπώτερα τῶν προτέρων ἐπιτελοῦσαι· οὕτως καὶ ἐπὶ τῶν παθῶν τῆς ἀτιμίας ἔστιν ἰδεῖν. Αἱ πλείους ὕπουλοι νεάνιδες ὑπόκρισις, πονηρία, λύπη, μνησικακία, καταλαλιὰ καρδίας, ἄλλα μὲν τῷ δοκεῖν ὑποτιθέμεναι, ἄλλα δὲ ἀποβλέπουσαι.
ΛΟΓΟΣ ΙΑ΄
Περὶ πολυλογίας καὶ σιωπῆς
1. Εἴρηται μὲν ἡμῖν βραχέως ἐν τοῖς φθάσασιν, ὡς ἐπισφαλὲς λίαν, καὶ αὐτοῖς τοῖς πνευματικοῖς εἶναι δοκοῦσι παρεισδῦνον τὸ κρίνειν· μᾶλλον δὲ τὸ κρίνεσθαι, καὶ ὑπὸ γλώττης κολάζεσθαι· νυνὶ δὲ λοιπὸν καὶ τὴν αἰτίαν, καὶ τὴν θύραν δι᾿ ἧς εἰσέρχεται, μᾶλλον δὲ ἐξέρχεται, ἀκόλουθον ἐν λόγοις τάξαι.
2. Πολυλογία ἐστὶ κενοδοξίας καθέδρα, δι᾿ ἧς ἑαυτὴν ἐμφανίζειν καὶ ἀναπομπεύειν πέφυκε. Πολυλογία ἐστὶν ἀγνωσίας τεκμήριον, καταλαλιᾶς θύρα, εὐτραπελίας χειραγωγὸς, ψεύδους ὑπουργὸς, κατανύξεως διάλυσις, ἀκηδίας κλήτωρ, ὕπνου πρόδρομος, συννοίας σκορπισμὸς, φυλακῆς ἀφανισμὸς, θέρμης ψυχρηστήριον [ψυκτήριον, al. ψυχριστήριον], προσευχῆς ἀμαύρωσις.
ΛΟΓΟΣ ΙΒ΄
Περὶ ψεύδους
1. Γέννημα μὲν σιδήρου καὶ λίθου πῦρ· γέννημα δὲ πολυλογίας καὶ εὐτραπελίας ψεῦδος. Ψεῦδός ἐστιν ἀγάπης ἀφανισμός· ἐπιορκία δὲ Θεοῦ ἄρνησις.
2. Μηδεὶς τῶν εὖ φρονούντων μικράν τινα τὴν τοῦ ψεύδους ἁμαρτίαν εἶναι ὑπονοήσει· φοβερᾷ γὰρ ὑπὲρ πάντα ἀποφάσει κατὰ τούτου τὸ πανάγιον Πνεῦμα ἐχρήσατο. Εἰ ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, ὥς φησιν ὁ Δαυῒδ πρὸς τὸν Θεόν, τί λοιπὸν πείσονται οἱ μεθ᾿ ὅρκων τὸ ψεῦδος συῤῥάπτοντες;
ΛΟΓΟΣ ΙΓ΄
Περὶ ἀκηδίας
1. Εἷς καὶ οὗτος πολλάκις τῶν τῆς πολυλογίας κλάδων, ὡς καὶ ἤδη φθάσαντες εἴπομεν, ἐστὶ, καὶ πρῶτος ἀπόγονος, λέγω δὴ ὁ τῆς ἀκηδίας. Διὸ καὶ ἁρμόζουσαν αὐτῷ τάξιν ἐν τῇ πονηρᾷ ἁλύσει ἀπενείμαμεν.
Ἀκηδία ἐστὶ πάρεσις ψυχῆς, καὶ νοὸς ἔκλυσις, ὀλιγωρία ἀσκήσεως, μῖσος τοῦ ἐπαγγέλματος, κοσμικῶν μακαρίστρια, Θεοῦ διαβλήτωρ, ὡς ἀσπλάγχνου καὶ ἀφιλανθρώπου, ἀτονία ψαλμῳδίας, ἐν προσευχῇ ἀσθενοῦσα, ἐν διακονίᾳ σιδηρᾷ, ἐν ἐργοχείρῳ ἄοκνος, ἐν ὑπακοῇ δόκιμος.
2. Ἀνὴρ ὑποτακτικὸς ἀκηδίας ἀγνώριστος, διὰ τῶν αἰσθητῶν τὰ νοητὰ κατορθωκώς.
3. Κοινόβιον ἀκηδίας ἀντίπαλον ἀνδρὶ δὲ ἡσυχαστῇ σύζυγος αἰώνιος, πρὸ θανάτου αὐτοῦ οὐ μὴ ἀποστήσεται· καὶ πρὸ τελευτῆς αὐτοῦ καθημέραν παλαίσει. Κέλλαν ἀναχωρητοῦ ἰδοῦσα ἐμειδίασε, καὶ προσεγγίσασα αὐτῷ πλησίον ἐσκήνωσεν.