ΠΕΡΙ ΚΤΙΣΜΑΤΩΝ

ΠΡΟΚΟΠΙΟΥ Καισαρέως (6ος αἰ.), Ἀπόσπασμα

Ἐν δὲ τῇ πάλαι μὲν Ἀραβίᾳ, νῦν δὲ Παλαιστίνῃ τρίτῃ καλουμένῃ, χώρα μὲν ἔρημος ἐπὶ μακρὸν κατατείνει, καρπῶν τε καὶ ὑδάτων καὶ πάντων ἀγαθῶν ἄφορος. καὶ ὄρος ἀπότομόν τε καὶ δεινῶς ἄγριον ἀποκρέμαται ἄγχιστά πη τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης, Σινὰ ὄνομα. οὐδὲν δέ μοι ἀμφὶ τοῖς ἐκείνῃ χωρίοις ἀναγράψασθαι ἀναγκαῖον ἐνταῦθα τοῦ λόγου, ἐπεὶ ἅπαντά μοι τά τε κατὰ τὴν Ἐρυθρὰν θάλασσαν καὶ τὸν Ἀραβικὸν καλούμενον κόλπον, Αἰθίοπάς τε τοὺς Αὐξωμίτας καὶ τὰ τῶν Ὁμηριτῶν Σαρακηνῶν γένη ἀκριβολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις· ἵνα δὴ καὶ τοῦτό μοι διδιήγηται, ὅντινα τρόπον Ἰουστινιανὸς βασιλεὺς τὸν Φοινικῶνα προσεποίησε τῇ Ῥωμαίων ἀρχῇ. ταῦτα μὲν οὖν τούτου δὴ ἕνεκα λέγειν ἀφίημι, ὡς μὴ ἀπειροκαλίας ἀνενέγκοιμι δόξαν.

Ἐν τούτῳ δὲ τῷ Σινᾷ ὄρει μοναχοὶ ᾤκηνται, οἷς ἐστιν ὁ βίος ἠκριβωμένη τις μελέτη θανάτου, ἐρημίας τῆς σφίσι φιλτάτης ἀδεέστερον ἀπολαύουσι. τούτοις δὴ τοῖς μοναχοῖς Ἰουστινιανὸς βασιλεὺς (ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο, ἀλλὰ κρείσσους τῶν ἀνθρωπείων ἁπάντων εἰσίν, οὐδέ τι κεκτῆσθαι οὐδὲ θεραπεύειν τὰ σώματα, οὐ μέντοι οὐδὲ ἄλλου ὁτουοῦν ὀνίνασθαι ἐν σπουδῇ ἔχουσιν) ἐκκλησίαν ᾠκοδομήσατο, ἥνπερ τῇ θεοτόκῳ ἀνέθηκεν, ὅπως δὴ αὐτοῖς ἐνταῦθα ἐξῇ εὐχομένοις τε καὶ ἱερωμένοις διαβιῶναι. ταύτην δὲ τὴν ἐκκλησίαν οὐ κατὰ τοῦ ὄρους ἐδείματο τὴν ὑπερβολήν, ἀλλὰ παρὰ πολὺ ἔνερθεν. ἀνθρώπῳ γὰρ ἐν τῇ ἀκρωρείᾳ διανυκτερεύειν ἀμήχανά ἐστιν, ἐπεὶ κτύποι τε διηνεκὲς καὶ ἕτερα ἄττα θειότερα νύκτωρ ἀκούονται, δύναμίν τε καὶ γνώμην τὴν ἀνθρωπείαν ἐκπλήσσοντα. ἐνταῦθά ποτε τὸν Μωσέα φασὶ πρὸς τοῦ θεοῦ τοὺς νόμους παραλαβόντα ἐξενεγκεῖν. ἐς δὲ τοῦ ὄρους τὸν πρόποδα καὶ φρούριον ἐχυρώτατον ὁ βασιλεὺς οὗτος ᾠκοδομήσατο, φυλακτήριόν τε στρατιωτῶν ἀξιολογώτατον κατεστήσατο, ὡς μὴ ἐνθένδε Σαρακηνοὶ βάρβαροι ἔχοιεν ἅτε τῆς χώρας ἐρήμου οὔσης, ᾗπέρ μοι εἴρηται, ἐσβάλλειν ὡς λαθραιότατα ἐς τὰ ἐπὶ Παλαιστίνης χωρία. ταῦτα μὲν οὖν τῇδε πεποίηται. ὅσα δὲ κἀν τοῖς μοναστηρίοις πεποίηται τοῖς τῇδέ τε <καὶ> κατὰ τὴν ἄλλην ἑῴαν οὖσιν, αὐτίκα δή μοι ὡς ἐν κεφαλαίῳ γεγράψεται.