ΣΙΓΙΛΛΙΟΝ ΠΑΤΡΙΑΡΧΟΥ ΓΑΒΡΙΗΛ
Γαβριὴλ τοῦ Δ΄, Σιγίλλιον περὶ τῶν προνομίων καὶ τῆς διοικήσεως τοῦ Σινᾶ (1782)
Πολλάκις δὲ καὶ τὰ καλῶς ἔχοντα, καὶ παγίως ἀπ᾿ ἀρχῆς πεπηγότα, καὶ ἐν διαμονῇ καὶ ἑδραιότητι καὶ δυσμετακινήτῳ καταστάσει πρὸ ἀμνημονεύτων χρόνων διατελέσαντα, ἢ ὑπονοηθείσης, ἢ καὶ λαληθείσης ἐν μέρει μετακινήσεώς τινος οὐκ εὐλόγου, πλείονος καὶ στερεωτέρας ἀσφαλείας, καὶ νεωτέρας ἐπισυστάσεως καὶ κατοχυρώσεως ἀξιοῦται κατὰ προμήθειαν ὑπὸ τῆς Ἐκκλησιαστικῆς ἰσχύος τε καὶ μεταγειότητος, καὶ οὑτωσὶ ἐπιστημόνων εἰς διαδοχὰς αἰώνων διὰ τῆς γραφῆς παραπέμπεται, τῆς ἀρχαίας ἕδρας καὶ στάσεως ὑπὸ τῶν φιλοκαίνων οὐ ρᾳδίως ἐξοικιζόμενα· εἰ μὴ γὰρ τοῦτο ἐγένετο παρὰ τῶν εἰληφότων προστασίαν κοινῶν πραγμάτων, οἷς τοῦ δικαίου πρὸ πάντων φροντίς, καὶ πᾶν τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον κρίνεται, ἦν ἰδεῖν τῷ βουλομένῳ τὰ πάντα ἀσυστάτως φερόμενα, καὶ πρὸς τὸ δοκοῦν ἑκάστῳ ἀείποτε μεθελκόμενα, καὶ τάξιν μεταβάλλοντα συνεχῶς, καὶ τῆς διὰ τε Βασιλικῶν θεσπισμάτων, καὶ τακτικῶν ἀρχαιοτάτων Ὑποτυπώσεων ἐν πίναξιν ἱεροῖς ἐπιβραβευθείσης αὐτοῖς ἐλευθερίας, καὶ τῶν σεμνῶν καὶ γεραρῶν προνομίων ἄρδην ἐκπίπτοντα· ὅπερ οὐ δίκαιον πάντως οὔτε νόμιμον.
Ἐπειδὴ τοιγαροῦν καὶ τὰ κατὰ τὴν Ἱερὰν καὶ βασιλικὴν Μονὴν τοῦ Σιναίου Ὄρους, καὶ τὴν ἐν αὐτῇ Ἀρχιεπισκοπήν, συνηνωμένα μὲν εἰσὶν ἀνέκαθεν, ὥστε τὸν ἐν αὐτῇ Ἀρχιερατεύοντα καὶ Ἀρχιεπίσκοπον ἅμα καὶ Ἡγούμενον καὶ εἶναι, καὶ λέγεσθαι, καὶ παρ᾿ αὐτοῦ τε καὶ τῶν Πατέρων φιλαλλήλως διοικεῖσθαι τὰ τῆς Μονῆς ταύτης καὶ διεξάγεσθαι, ἐλευθέρα μὲν τοι διετέλεσε τὰ κατὰ τὴν Μονὴν καὶ Ἀρχιεπισκοπὴν ταύτην ᾀεί, καὶ οὐ κατηνέχθη ποτὲ παρά τινος Θρόνου Πατριαρχικοῦ εἰς ὑποταγὴν καὶ δουλαγωγίαν, κατὰ τὰ εἰς χεῖρας αὐτῶν πρεσβυγενῆ Πατριαρχικὰ Συνοδικὰ Γράμματα· ἤδη δέ, ἐπείπερ ἔφθασεν ἐξενεχθῆναι φήμη τις τοιαύτη διάκενος, ὅτι δῆθεν συνενωθήσεται ἡ Μονὴ καὶ Ἀρχιεπισκοπὴ αὕτη τῷ Ἁγιωτάτῳ Πατριαρχικῷ Θρόνῳ τῆς Ἀλεξανδρείας, φρίκης ἀνάμεστοι γεγονότες ἐπὶ τῷ παραδόξῳ τούτῳ ἀκούσματι, καὶ ἅμα ἀγωνίᾳ συσχεθέντες δεινῇ καὶ οὐ φορητὸν τὸ πρᾶγμα ἡγησάμενοι οἱ ἐκεῖσε Ὁσιώτατοι Πατέρες, οἱ ἐν τῇ Μονῇ ταύτῃ κατὰ τὴν ἀπόκροτον Ἀραβίαν ἐντυγχάνοντες, ὡς ἀληθῶς, τῷ Θεῷ, μεταπέμπτους ἐποιήσαντο πανταχόθεν ἄνδρας τῷ ὄντι πρεσβύτας καὶ πολιούς, τόν τε κὺρ Ἰωακείμ, τὸν κὺρ Γεράσιμον, καὶ τὸν κὺρ Παρθένιον μοναχόν, τοὺς ἐκ τῆς Γερουσίας τῆς Συνάξεως τῆς αὐτῆς Μονῆς, εἰς ἀπάντησιν δῆθεν τῆς τοιαύτης διαφημισθείσης ἑνώσεως, καὶ ἐξαπέστειλαν αὐτοὺς διὰ γραμμάτων ἐνταῦθα εἰς Βασιλεύουσαν, οἵτινες καὶ παραστάντες συνάμα τῷ Ἱερωτάτῳ Ἀρχιεπισκόπῳ Σιναίου καὶ Ραϊθοῦ, καὶ Συναδέλφῳ ἡμῶν ἀγαπητῷ κὺρ Κυρίλλῳ ἐνώπιον τῆς ἡμῶν Μετριότητος καὶ πάσης τῆς Ἱερᾶς Ἀδελφότητος, ἐν συνοχῇ καρδίας καὶ λύπης προσήνεγκαν δέησιν λιπαρὰν ἅπαντες μετὰ καὶ τῶν ἐνταῦθα τιμιωτάτων ἐπιτρόπων τοῦ Σιναίου Ὄρους, ἐπὶ τῷ μὴ ἐνδοῦναι τὴν Ἐκκλησίαν εἰς τοιαύτην παραλογωτάτην ζήτησιν, καὶ ἅμα φέροντες ἀνέθηκαν χερσὶν ἡμετέραις τὰ παλαιότατα ἐκεῖνα τῶν ἀοιδίμων Πατριαρχῶν Σιγιλλιώδη Γράμματα, δεηθέντες ἀνανεωθῆναι διὰ προσφάτου Ἐκκλησιαστικοῦ Συνοδικοῦ Συντάγματος, εἰς πλείονα κατοχύρωσιν τῶν προνομίων τῆς Μονῆς καὶ Ἀρχιεπισκοπῆς ταύτης. Ἐπεὶ δὲ οὐ ἐλαλήθη τὸ ρῆμα τοῦτο τῆς ἑνώσεως ἐπὶ Συνόδου οὐδέποτε, ἐδόθη πρὸς μὲν τοὺς ἐκεῖσε Πατέρας διὰ Γραμμάτων, πρὸς δὲ τοὺς ἐνταῦθα διὰ ρημάτων ἡ τελεία παρὰ τῆς Ἐκκλησίας πληροφορία, καὶ ἑπομένως ἐκρίθη εὔλογον ἐπικυρωθῆναι τὰ ἐν ἐκείνοις τοῖς Σιγιλλιώδεσι περιεχόμενα· ὧν τινων τὸ μὲν πρεσβυγενέστερον ἐπελύθη ἐπὶ Ἱερεμίου Πατριάρχου τοῦ ἀοιδίμου ἐν ἔτει ἑπτάκις χιλιοστῷ ὀγδοηκοστῷ τρίτῳ ἀπὸ Ἀδάμ (1575), ἤτοι πρὸ χρόνων διακοσίων ἑπτά· τὸ δὲ ἐπὶ Μεθοδίου τοῦ ἀοιδίμου Πατριάρχου Κωνσταντινουπόλεως κατὰ τὸ χιλιοστὸν ἑξακοσιοστὸν ἑβδομηκοστὸν πρῶτον (1671) σωτήριον ἔτος, πρὸ χρόνων ἤδη ἑκατὸν ἕνδεκα, τὸ δὲ τρίτον καὶ ἔσχατον, ἐπὶ ἀοιδίμου Πατριάρχου Γαβριήλ, κατὰ τὸ χιλιοστὸν ἑπτακοσιοστὸν πέμπτον (1705) σωτήριον ἔτος, πρὸ χρόνων ἤδη ἑβδομήκοντα ἑπτά· ὧν τινων ἀναγνωσθέντων ἐπισταμένως, συνήχθη ἐκ τῶν ἐν αὐτοῖς καὶ φύρδην πλατύτατα ἐν ἐκθέσεσι σαφεστάταις, καὶ κεφαλαιωδῶς μετ’ ἐκτάσεως περιεχομένων λόγων, καὶ περιόδων, καὶ ἐννοιῶν, ὅτι τὰ κατὰ τὴν Μονὴν καὶ Ἀρχιεπισκοπὴν ταύτην ἐν ἀμοιβαίᾳ τινί, οἷον εἰπεῖν κυκλικῇ περιδινήσει, καὶ περιστροφῇ διοικήσεως ᾠκονομήθη, καὶ οἰκονομεῖται, καὶ διοικεῖται παντελευθέρως καὶ αὐτονόμως μέχρι καὶ τῆς σήμερον παρά τε τοῦ ἐν αὐτῷ Ἀρχιεπισκόπου ἅμα καὶ Ἡγουμένου, καὶ τῆς Ὁσιωτάτης Συνάξεως τῶν ἐν αὐτῷ Πατέρων, ὥστε μηδὲν ἐκτελεῖσθαι κατὰ μέρος παρὰ τοῦ Ἀρχιεπισκόπου ἢ παρὰ τῶν Πατέρων, ἀλλὰ πάντα διενεργεῖσθαι καλῶς τῇ κοινῇ συσκέψει καὶ συμβουλίᾳ καὶ συμψηφίᾳ καὶ ἀποφάσει, καὶ ὁμοφώνῳ γνώμῃ τοῦ τε Ἱερωτάτου Ἀρχιεπισκόπου ἅμα καὶ Ἡγουμένου, καὶ τῆς Ὁσιωτάτης τῆς Πατέρων Συνάξεως, κατὰ τοὺς ὅρους καὶ τύπους καὶ σεμνὰς καὶ ἱερὰς τάξεις καὶ συνηθείας καὶ ἀδιαρρήκτους συνθήκας καὶ θεσμοθεσίας, σαφέστατα ἐκτεθειμένας, καὶ δι᾿ Ἐκκλησιαστικοῦ καλάμου κεκυρωμένας, καὶ λέξεσιν εὐλήπτοις περιεχομένας. Καὶ ἐν τοῖς πρώτοις μὲν δυσὶ Σιγιλλιώδεσι, τῷ τε ἐπὶ Ἱερεμίου καὶ ἐπὶ Μεθοδίου τῶν ἀοιδίμων Πατριαρχῶν, μάλιστα δὲ καὶ σαφέστερον ἐν τῷ ἐσχάτῳ καὶ τελευταίῳ, τῷ ἐπὶ Γαβριήλ ἐκδοθέντι· ἅπερ πάντα ρητῶς ἐκεῖ περιεχόμενα συστατικὰ τῆς Μονῆς καὶ Ἀρχιεπισκοπῆς ταύτης, καὶ συντηρητικὰ τῆς εὐταξίας καὶ σεμνότητος, καὶ τῆς μεταξύ τοῦ Ἱερωτάτου Ἀρχιεπισκόπου ἅμα καὶ Ἡγουμένου, καὶ τῶν Ὁσιωτάτων Πατέρων φιλοφροσύνης καὶ φιλαλληλίας καὶ ὁμονοίας, καὶ διετηρήθησαν μέχρι τῆς σήμερον ἀπαραμείωτα καὶ ἀπαραχάρακτα, καὶ ὀφειλομένως διατηρηθήσονται παρά τε τοῦ νῦν Ἱερωτάτου Ἀρχιεπισκόπου Σιναίου καὶ Ραϊθοῦ καὶ συναδελφοῦ ἡμῶν ἀγαπητοῦ κὺρ Κυρίλλου, καὶ παρὰ τῶν Ὁσιωτάτων Πατέρων, καὶ παρὰ τῶν μετ᾿ αὐτὸν διαδεξαμένων τὸν Θρόνον τοῦτον, καὶ τῶν εἰσέπειτα Πατέρων, ὡς κανόνες, καὶ ὅροι καὶ τύποι ἀρχαῖοι, καὶ παλαιοί, καὶ δυσπαράβατοι. Συνήχθη δὲ τρανῶς, καὶ διεδηλώθη καὶ τοῦτο ἐκ τῶν αὐτῶν Πατριαρχικῶν καὶ Συνοδικῶν Σιγιλλιωδῶν Γραμμάτων, ὅτι μηδαμῇ μηδαμῶς οὐδέποτε ὑπήχθη ἡ Μονὴ ἅμα καὶ Ἀρχιεπισκοπὴ αὕτη εἰς ὑπακοήν, καὶ ὑποταγήν καὶ δουλαγωγίαν ἢ ἕνωσιν, καὶ δασμοδοσίαν Θρόνου τινὸς Πατριαρχικοῦ, οὔτε τοῦ Ἀλεξανδρείας, οὔτε τοῦ Ἀντιοχείας, οὔτε τοῦ Ἱεροσολύμων, ἀλλ᾿ οὔτε ἄλλου τινός, ἀλλ᾿ ἀνέκαθεν καὶ ἀπ᾿ ἀρχῆς καὶ διεφυλάχθη καὶ διετέλεσε, καὶ μέχρι τοῦδε διατελεῖ αὐτόνομος, αὐτοδέσποτος, ἐλευθέρα, ἀσύδοτος, καὶ ἀκαταπάτητος, καὶ μηδενὶ Θρόνῳ ὑποκειμένη, ἀλλ᾿ αὐτὴ καθ᾿ ἑαυτὴν ὑπό τε τοῦ κατὰ καιροὺς Ἱερωτάτου Ἀρχιεπισκόπου ἅμα καὶ Ἡγουμένου, καὶ τῶν Ὁσιωτάτων Πατέρων ἐν συστροφῇ ἀμοιβαίᾳ καὶ κυκλικῇ παρ᾿ ἀμφοτέρων τῶν μερῶν διϊθυνομένη, διοικουμένη τε, καὶ διακυβερνωμένη, καὶ ὑπερτέρα ὑποταγῆς καὶ καταδουλώσεως, καὶ οἱαστινοσοῦν ἐπηρείας καὶ ἐνοχλήσεως, καὶ δασμοδοσίας, καὶ χρηματικῆς ἀπαιτήσεως παρὰ πάντων τῶν Ἁγιωτάτων Πατριαρχῶν ὑπάρχουσα· ἀλλ᾿ ἵνα μήποτε ὑπό τινος τῶν εἰκῇ καὶ ματαίως ἀντιποιουμένων, τῶν μηδόλως ἀνηκόντων αὐτοῖς, ἐπενεχθῇ τῇ Μονῇ ταύτῃ, ἢ τῷ κατὰ καιροὺς Ἀρχιεπισκόπῳ, ἢ τοῖς ἐν αὐτῇ Ὁσιωτάτοις Πατράσιν ἐπήρειά τις καὶ ἐνόχλησις, καὶ βουληθῇ τις ἀποσῦραι τὰ κατὰ τὴν Μονὴν ταύτην ἢ λόγῳ ἑνώσεως, ἢ ἄλλῳ τρόπῳ οἱῳδήτινι εἰς ὑποταγὴν καὶ δουλαγωγίαν, καὶ ζητήσῃ ἀλαζονικῶς κατασπᾶσαι καὶ καταθραῦσαι τὴν συντονίαν τῶν καθ᾿ ἅπαξ βραβευθέντων προνομίων τῇ Μονῇ ταύτῃ, καὶ μετέπειτα ἐν διαστήματι τοσούτων χρόνων ἀπαρασαλεύτων διαμεινάντων, ἔδοξε καὶ ἐκρίθη εὔλογον, κοινῇ Συνοδικῇ διαγνώσει καὶ ἀποφάσει ἀπολυθῆναι τὸ παρὸν Ἡμέτερον Ἐκκλησιαστικὸν θέσπισμα. Ἐν ᾧ γράφοντες ἐν ἁγίῳ Πνεύματι μετὰ τῶν περὶ ἡμᾶς κτλ.... ἀποφαινόμεθα καὶ θεσπίζομεν καὶ ἀμεταθέτως ἀποφασίζομεν, ὅπως ὅτε νῦν Ἱερώτατος Ἀρχιεπίσκοπος Σιναίου καὶ Ραϊθοῦ, καὶ συναδελφὸς ἡμῶν ἀγαπητὸς καὶ συλλειτουργὸς κὺρ Κύριλλος, καὶ οἱ μετ᾿ αὐτὸν τὸν ἐκεῖσε Θρόνον καὶ τὴν προστασίαν τῆς Ἱερᾶς ταύτης Μονῆς διαδεξόμενοι, καὶ οἱ ἐν αὐτῇ μονάζοντες Ὁσιώτατοι Πατέρες, κοινῇ πάντες καὶ ἕκαστος ἰδίᾳ, κατὰ πάντα τὰ μέρη αὐτῶν φυλάττωσιν ἀπαραμείωτα, ἀπαρασάλευτά τε καὶ ἀπαραχάρακτα μέχρι κεραίας αὐτῆς, καὶ σημασίας ὀρθῆς τά τε συγκεχυμένως, καὶ τὰ κεφαλαιωδῶς περιεχόμενα ἐν ἐκείνοις τοῖς Σιγιλλιώδεσι γράμμασιν, ὡς εὐταξίας πρόξενα καὶ ὠφέλιμα, σεμνά τε καὶ τίμια. Φυλάττωσι δὲ πρὸς τοῖς κεφαλαίοις ἐκείνοις καὶ ὅροις, καὶ τοῦτο τὸ ἤδη νεωστὶ ἐπινοηθὲν καὶ ζητηθὲν παρὰ τῶν αὐτῶν Ὁσιωτάτων Πατέρων, ὡς ἀληθῶς οὐχ ὅπως σεμνοπρεπείας, ἀλλὰ δὴ καὶ εὐθύτητος καὶ δικαιοσύνης ἁπάσης ἐχόμενον, ὅπως δηλαδὴ μηδεὶς τῶν προσελθόντων τῇ Μονῇ ταύτῃ, καὶ ἐγκαταλεγέντων τῷ Κοινοβίῳ καὶ τῇ συσκηνίᾳ τῶν ἐν αὐτῷ Ὁσιωτάτων Πατέρων, καὶ Σιναΐτης γενόμενος, καὶ τὴν μετάνοιαν αὐτοῦ τιθεὶς ἐν τῇ αὐτῇ Μονῇ, τολμήσῃ ποτὲ λιποτακτῆσαι καὶ ἐκστῆναι τῆς συσκηνίας τοῦ αὐτοῦ Μοναστηρίου, καὶ ἀπελθεῖν εἰς ἄλλο Μοναστήριον, ἢ τῇδε κᾀκεῖσε περιπλανᾶσθαι, τὴν ἐν τῷ Σινᾷ μετάνοιαν αὐτοῦ ἀφέντα. Τὸν γὰρ τολμήσοντα τοιοῦτόν τι λιποταξίας ἔργον, πρὸς τῷ ὑποκεῖσθαι ἀραῖς παλαμναιότατους, ὡς τῆς πρὸς Θεὸν ἐπαγγελίας ἀναιδῆ καταψευσάμενον, ἀποφαινόμεθα ἀπογυμνοῦσθαι ἁπάντων ὧν ἐκτήσατο ἄσπρων, καὶ πραγμάτων, καὶ μονώτατον οὑτωσί, ρακενδύτην καὶ πενέστατον μένειν, καὶ ὑπέρου γυμνότατον ἀποσκορακίζεσθαι. Τῷ αὐτῷ δὲ κρίματι, καὶ ταῖς ὁμοίαις ποιναῖς ὑποκεῖσθαι ἀνάγκη καὶ τὸν ὑπὸ φυσήματος καὶ ἀλαζονείας, καὶ ἑωσφορικῆς οἰήσεως φαντασθησόμενον, ἢ θελήσοντα Ἀρχιερατεῦσαι, ᾧ τινι πρὸς τὸ ἀπογυμνοῦσθαι ἴσα τοῖς ἄλλοις λιποτακτήσασι πάντων τῶν προσόντων αὐτῷ ἄσπρων καὶ πραγμάτων, προσέστω καὶ τοῦτο, τὸ εἶναι ὑπόδικον τῷ τῆς αὐτοκαθαιρέσεως ἐγκλήματι, συνεργούσης τῆς Ἐκκλησίας εἰς τὸ ἐπενεχθῆναι κατὰ τῶν τοιούτων τὰς τοιαύτας ποινάς, ἡνίκα δέῃ. Μένωσι δὲ καὶ ὧσιν ἐσαεὶ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον, ἕως ὅτου ὁ ἥλιος τὸν ἴδιον περιτρέχει κύκλον, ἥ τε Ἱερὰ καὶ Βασιλικὴ Μονή, καὶ Ἀρχιεπισκοπὴ αὕτη, καὶ ὁ ἐν αὐτῇ Ἱερώτατος Ἀρχιεπίσκοπος ἅμα καὶ Ἡγούμενος συνημμένοι καὶ συνωμένοι τῷ χρόνῳ, τῷ τρόπῳ, τῷ λόγῳ, τῇ τε ἐγκυκλίῳ φιλοφροσύνῃ, καὶ τῇ τοῦ βίου ὀρθότητι, καὶ ἐλεύθεροι, ἀσύδοτοι, ἀδούλωτοι, καὶ ἀκαταπάτητοι, καὶ ὑπέρτεροι, καὶ ἀνώτεροι, καὶ καθ᾿ ὑπεροχὴν ὑπερκείμενοι πάσης ὑποταγῆς καὶ δουλαγωγίας, ἢ σχέσεως καὶ ἀναφορᾶς εἴς τινα τῶν Πατριαρχικῶν Θρόνων, μὴ δυναμένων οὔτε τοῦ Ἀλεξανδρείας, οὔτε τοῦ Ἀντιοχείας, οὔτε τοῦ Ἱεροσολύμων τῶν Ἁγιωτάτων Πατριαρχῶν, οὔτε ἄλλου τινὸς ἐκτεῖναι ἐπὶ τῇ Μονῇ ἅμα καὶ Ἀρχιεπισκοπῇ ταύτῃ, ἢ ἐπὶ τοῖς ἐν αὐτῇ Πατράσι χεῖρα ἐξουσίας, ἢ ζητῆσαι κατασπᾶσαι αὐτοὺς εἰς δουλαγωγίαν τινὰ ἢ ἕνωσιν μετά τινος Θρόνου πώποτε, τῶν κατὰ καιροὺς πνευματικῶς προϊσταμένων τοῦ Οἰκουμενικοῦ τούτου Θρόνου, καὶ τῆς περὶ αὐτὸν Ἱερᾶς Συνόδου ἀπαξιούντων, καὶ μὴ συγχωρούντων γενέσθαι τοιοῦτό τι, ἢ ὁπωσοῦν μειωθῆναι τὰ παντελεύθερα προνόμια τῆς Μονῆς ταύτης.
Ὁ δ΄ ἂν καὶ ὁποῖος τῶν ἁπάντων κτλ...
Ἐν ἔτει σωτηρίῳ ͵αψπβ΄, κατὰ μῆνα Νοέμβριον, Ἐπινεμήσεως Α΄.
† ΓΑΒΡΙΗΛ, ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ρώμης καὶ Οἰκουμενικὸς Πατριάρχης