ΛΟΓΟΣ Β΄

Περὶ ἀπροσπαθείας

1. Ὁ ἐν ἀληθείᾳ τὸν Κύριον ἀγαπήσας· ὁ ἐν ἀληθείᾳ τῆς μελλούσης βασιλείας ἐπιτυχεῖν ἐπιζητήσας· ὁ ἐν ἀληθείᾳ πόνον περὶ τῶν ἑαυτοῦ πταισμάτων ἐσχηκώς· ὁ ἐν ἀληθείᾳ μνήμην κολάσεως κτησάμενος, καὶ κρίσεως αἰωνίου· ὁ ἐν ἀληθείᾳ φόβον τῆς ἑαυτοῦ ἐξόδου ἀναλαβὼν οὐκ ἔτι ἀγαπήσει, οὐκ ἔτι φροντίσει, ἢ μεριμνήσει, οὐ χρημάτων, οὐ κτημάτων, οὐ γονέων, οὐ δόξης τοῦ βίου, οὐ φίλου, οὐκ ἀδελφῶν, οὐδενὸς ἐπιγείου τὸ παράπαν· ἀλλὰ πᾶσαν αὐτοῦ τὴν σχέσιν, πᾶσαν τὴν περὶ τούτου φροντίδα ἐκτιναξάμενος, καὶ μισήσας· ἐπειδὴ καὶ τὴν ἑαυτοῦ σάρκα· πρὸς τούτων γυμνὸς, καὶ ἀμέριμνος, καὶ ἀόκνως Χριστῷ ἀκολουθεῖ, πρὸς τὸν οὐρανὸν ἀεὶ βλέπων, καὶ τὴν ἐκεῖθεν βοήθειαν ἀναδεχόμενος, κατὰ τὸν εἰπόντα ἅγιον· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου (Ψαλμ. ξβ´, 9), καὶ τὸν ἄλλον τὸν ἀείμνηστον εἰρηκότα· Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν σοι, καὶ ἡμέραν, ἢ ἀνάπαυσιν ἀνθρώπου οὐκ ἐπεθύμησα, Κύριε (Ἱερεμ. ιζ´ 16).

2. Αἰσχύνη μεγίστη ὑπάρχει τὸ πάντα τὰ προειρημένα καταλιπόντας μετὰ τὴν κλῆσιν ἡμῶν, ἣν ὁ Κύριος κέκληκεν ἡμᾶς, καὶ οὐκ ἄνθρωπος, τινὸς φροντίζειν μὴ δυναμένου ἡμᾶς εὐεργετῆσαι ἐν τῇ ὥρᾳ τῆς ἀνάγκης ἡμῶν, ἤγουν τῆς ἐξόδου. Τοῦτο γάρ ἐστιν ὅπερ εἶπεν ὁ Κύριος, στραφῆναι εἰς τὰ ὀπίσω, καὶ μὴ εὑρεθῆναι εὔθετον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν (Λουκ. θ´, 62).

3. Ὁ Κύριος ἡμῶν τὸ εὐόλισθον ἡμῶν τῶν εἰσαγωγικῶν γινώσκων, καὶ ὡς εὐχερῶς ἐν τοῖς κοσμικοῖς συνδιάγοντες, ἢ συντυγχάνοντες, πάλιν ἐπὶ τὸν κόσμον στρεφόμεθα, φησὶ πρὸς τὸν εἰρηκότα αὐτῷ· «Ἐπίτρεψόν μοι ἀπελθεῖν θάψαι τὸν πατέρα μου». Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς (Ματθ. η´ 22).

4. Οἱ δαίμονες μετὰ τὴν ἀποταγὴν, λοιπὸν τοὺς ἐλεήμονας ἡμῖν, καὶ συμπαθεῖς τῶν κοσμικῶν μακαρίζειν ὑποτίθενται, καὶ ἑαυτοὺς ἀποστερήσαντας. Σκοπὸς δὲ τοῖς ἐχθροῖς ἡμῶν διὰ νόθου ταπεινώσεως, ἢ πρὸς τὸν κόσμον ἡμᾶς ἐπιστρέψαι, ἢ μένοντας μοναχοὺς πρὸς τὴν ἀπόγνωσιν κατακρημνῖσαι.

5. Ἔστιν εὐτελίζειν τοὺς ἐν κόσμῳ διὰ οἴησιν, καὶ ἔστιν αὐτοὺς ἀπόντας ἐξουθενεῖν, διὰ τὸ φυγεῖν τὴν ἀπόγνωσιν, καὶ τὴν ἐλπίδα προσκτήσασθαι.

6. Ἀκούσωμεν οὖν τοῦ Κυρίου πρὸς ἐκεῖνον τὸν νεανίσκον, τὸν πάσας σχεδὸν τὰς ἐντολὰς ἐργασάμενον εἰρηκότα· ὅτι Ἕν σοι λείπει, τὸ πωλῆσαι τὰ ὑπάρχοντα, καὶ δοῦναι πτωχοῖς (πρβλ. Ματθ. ιθ´, 21), καὶ ἑαυτὸν πτωχὸν καταστῆσαι ἐλεημοσύνην δεχόμενον.

7. Οἱ προθύμως καὶ ζέως διαδραμεῖν βουλόμενοι, νουνεχῶς ἐπισκεψώμεθα πῶς ὁ Κύριος πάντας τοὺς ἐν κόσμῳ διατρίβοντας, καὶ ζῶντας νεκροὺς κατεδίκασεν, εἰπὼν πρός τινα· Ἄφες τοὺς νεκροὺς κοσμικοὺς, τοὺς τῷ σώματι νεκροὺς θάψαι·

8. οὐδὲν ἐκώλυσε τὸν νεανίσκον ἐκεῖνον ὁ πλοῦτος προσελθεῖν τῷ βαπτίσματι. Ἐματαιώθησαν τοίνυν φάσκοντές τινες, ὅτι τοῦ βαπτίσματος χάριν ὁ Κύριος πωλῆσαι αὐτὸν τὸν πλοῦτον διέταττεν. Ἀρκείτω ἡμῖν εἰς μεγίστην πληροφορίαν τῆς μεγίστης δόξης τοῦ ἡμετέρου ἐπαγγέλματος, ἡ τοιαύτη πληροφορία.

9. Ζητητέον πῶς οἱ ἐν κόσμῳ διάγοντες, καὶ ἀγρυπνίαις, καὶ νηστείαις, καὶ κόποις, καὶ κακοπαθείαις διατρίβοντες, ἐν μονήρει βίῳ ὥσπερ ἐν δοκιμαστηρίῳ, καὶ σκάμματι ἐκ τῶν ἀνθρώπων ἀναχωροῦντες, τὴν προτέραν ἄσκησιν αὐτῶν τὴν νενοθευμένην, καὶ ἐπίπλαστον οὐκ ἔτι μετέρχονται;

10. Ἑώρακα πλεῖστα, καὶ διάφορα φυτὰ τῶν ἀρετῶν παρ᾿ αὐτῶν ἐν κόσμῳ καταφυτευόμενα· καὶ ὥσπερ ἐξ ὑπονόμου βορβόρου, ὑπὸ τῆς κενοδοξίας ποτιζόμενα, καὶ ὑπὸ φανητιασμοῦ κελευόμενα, καὶ ὑπὸ ἐπαίνων κοπριζόμενα· καὶ μέντοι μεταφυτευθέντα ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ κοσμικῶν, καὶ ἀνύδρῳ κενοδοξιακοῦ, καὶ βρωμώδους ὕδατος, εὐθέως ἐπεξηράνθησαν. Οὐ γὰρ πεφύκασι τὰ ἔνυδρα φυτὰ ἐν σκληροῖς καὶ ἀνύδροις γυμναστηρίοις καρποφορεῖν.

11. Εἴ τις κόσμον ἐμίσησεν, οὗτος λύπην διέφυγεν· εἰ δέ τις πρός τι τῶν ὁρωμένων προσπάθειαν κέκτηται, οὐδέπω λύπης λελύτρωται. Πῶς γὰρ ἂν καὶ μὴ λυπηθήσεται ἐπὶ τῇ στερήσει τοῦ ἀγαπωμένου;

12. Ἐν πᾶσι μὲν πολλῆς ἡμῖν χρεία τῆς νήψεως, ἐπιπλεῖον δὲ τούτῳ προσεκτέον νουνεχῶς πρὸ τῶν λοιπῶν. Πολλοὺς τεθεάκαμεν ἐν κόσμῳ, ὑπὸ μεριμνῶν, καὶ φροντίδων, καὶ ἀδολεσχιῶν, καὶ ἀγρυπνιῶν σωματικῶν τὴν τοῦ οἰκείου σώματος μανίαν ἐκφυγόντας· ἐν ἀμεριμνίᾳ δὲ πάσῃ ἐπὶ τὸν μονήρη βίον ἐληλυθότας· οἱ τοιοῦτοι ἐλεεινῶς ὑπὸ τῆς τοῦ σώματος κινήσεως ἐῤῥυπώθησαν.

13. Πρόσχωμεν ἑαυτοῖς μήποτε ἐπὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν λέγοντες ὁδεύειν, τὴν πλατεῖαν καὶ εὐρύχωρον κατέχοντες ἐπλανήθημεν. Στενὴν ὁδὸν ἐμφανίσει σοι θλίψις κοιλίας, στάσις παννύχιος, μέτρον ὕδατος, ἄρτου ἔνδεια, ἀτιμίας πόμα καθάρσιον· μυκτηρισμοὶ, καταγέλωτες, ἐμπαισμοὶ, ἐκκοπὴ θελημάτων οἰκείων, προσκρούσεων ὑπομονὴ, περιφρονήσεως ἀγογγυσία, ὕβρεων βία, ἀδικούμενον ὑπομένειν ἰσχυρῶς, καταλαλούμενον μὴ ἀγανακτεῖν, ἐξουδενούμενον μὴ ὀργίζεσθαι, κατακρινόμενον ταπεινῶσαι. Μακάριοι οἱ τὴν ὁδὸν τῶν προειρημένων ὁδῶν πορευόμενοι, ὅτι αὐτῶν ἐστι ἡ βασιλεία τῶν οὐρανῶν (βλ. Ματθ. ε´ 3).

14. Οὐδεὶς ἐν τῷ οὐρανίῳ νυμφῶνι στεφανηφορῶν ἐλεύσεται, μὴ τὴν πρώτην, καὶ δευτέραν, καὶ τρίτην ἀποταγὴν ἀποταξάμενος· λέγω δὴ τὴν πάντων πραγμάτων, καὶ ἀνθρώπων, καὶ γονέων, καὶ τὴν ἐκκοπτὴν τοῦ ἰδίου θελήματος· καὶ τρίτην ἀποταγὴν τῆς κενοδοξίας, τῆς ἐπακολουθούσης τῇ ὑπακοῇ·

15. Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε· καὶ ἀκαθαρσίας κόσμου μὴ ἅπτεσθε, λέγει Κύριος (πρβλ. Ἡσ. νβ´ 11). Τίς γὰρ παρ᾿ ἐκείνοις θαύματα πεποίηκε πώποτε; τίς νεκροὺς ἤγειρε; τίς δαίμονας ἀπήλασεν; Οὐδείς. Ταῦτα γὰρ πάντα μοναχῶν τὰ ἔπαθλα, ἃ ὁ κόσμος χωρῆσαι οὐ δύναται. Εἰ γὰρ ἠδύνατο, περὶ τί ἡ ἄσκησις, ἤγουν ἡ ἀναχώρησις;

16. Ὁπόταν οἱ δαίμονες μετὰ τὴν ἀποταγὴν τῇ πρὸς τοὺς γονεῖς ἡμῶν μνήμῃ, καὶ ἀδελφοὺς, καὶ καρδίαν ἡμῶν ἐκθερμαίνουσι, τότε ἡμεῖς τῇ προσευχῇ κατ᾿ αὐτῶν ὁπλισώμεθα, καὶ τῇ τοῦ αἰωνίου πυρὸς μνήμῃ ἑαυτοὺς πυρώσωμεν, ἵνα τῇ τούτου ὑπομνήσει τὸ ἄκαιρον τῆς καρδίας πῦρ κατασβέσωμεν. Εἴ τις ἀπροσπαθῶς πρὸς οἷον οὖν πρᾶγμα διακεῖσθαι νομίζει. Ἐπὶ δὲ τῇ τούτου ἀποστερήσει τὴν καρδίαν λελύπηται, ὁ τοιοῦτος τελείως ἑαυτὸν ἠπάτησεν.

17. Ὅσοι νέοι περὶ τοὺς τῶν σωμάτων ἔρωτας, καὶ τὴν τροφὴν ἐμμανῶς διάκεινται, καὶ τῇ μοναδικῇ πολιτείᾳ προσελθεῖν βούλονται, πάσῃ νήψει καὶ προσευχῇ ἑαυτοὺς γυμνάσωσι, καὶ πείσωσι πάσης τρυφῆς, καὶ πονηρίας ἀπέχεσθαι· μήπως γένωνται αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων (βλ. Ματθ. ιβ´ 45).

18. Ὁ λιμὴν καὶ σωτηρίας καὶ κινδύνων πρόξενος, καὶ τοῦτο γινώσκουσιν οἱ τὴν νοητὴν θάλασσαν πλέοντες. Ἐλεεινὸν δὲ ἰδέσθαι θέαμα, τοὺς ἐν τῷ πελάγει διασωθέντας, ἐν τῷ λιμένι ναυαγήσαντας.

Δευτέρα ἀνάβασις· ὁ τρέχων μὴ τὴν σύζυγον, ἀλλὰ τὸν Λὼτ μιμούμενος φεύγῃ.

ΠΡΟΗΓΟΥΜΕΝΟΣ ΛΟΓΟΣ    ΕΠΟΜΕΝΟΣ ΛΟΓΟΣ