ΛΟΓΟΣ ΙΔ΄
Περὶ γαστριμαργίας
Περὶ τῆς παμφήμου δεσποίνης πονηρᾶς γαστρός
1. Μέλλοντες περὶ γαστρὸς λέγειν ὡς ἐν ἅπασι, νῦν πλέον καθ᾿ ἑαυτῶν φιλοσοφεῖν προεθέμεθα. Θαυμάζω γὰρ εἰ μήτις τάφον οἰκήσας, ἐγένετο ταύτης ἐλεύθερος.
2. Γαστριμαργία ἐστὶν κοιλίας ὑπόκρισις· κεκορεσμένη γὰρ οὖσα ἔνδειαν ἀναβοᾷ, καὶ πεφορημένη καὶ ῥηγνυμένη πεινᾷν ἀνακράζει. Γαστριμαργία ἐστὶν καρυκείας δημιουργὸς, ἡδυτήτων πηγή· κατήργησας τὴν φλέβα, καὶ ἄλλοθεν ἀνέκυψε· καὶ ταύτην ἀποσφάξας, ἑτέρᾳ ἡττήθης. Γαστριμαργία ἐστὶν ὀφθαλμῶν ἀπάτη· μέτρια δεχομένη τάδε σύμπαντα καταπίνειν ὑφὲν ὑποτιθεμένη.
3. Κόρος βρωμάτων, πορνείας πατήρ· θλίψις δὲ κοιλίας, ἁγνείας πρόξενος. Λέοντα ὁ κολακεύσας, πολλάκις ἡμέρωσε· σῶμα δὲ ὁ θεραπεύσας ἐπὶ πλείω ἠγρίωσε.
4. Χαίρει Ἰουδαῖος Σαββάτῳ καὶ ἑορτῇ· μοναχὸς γαστρίμαργος Σαββάτῳ καὶ Κυριακῇ· πρὸ χρόνου τὸ Πάσχα ψηφίζει, καὶ πρὸ ἡμερῶν τὰ ἐδέσματα εὐτρεπίζει. Ψηφίζει κοιλιόδουλος ἐν ποίοις βρώμασιν ἑορτάσει· ὁ δὲ θεόδουλος ἐν ποίοις χαρίσμασιν πλουτήσει. Ξένου ἐπιδημήσαντος εἰς ἀγάπην ὅλος ἐκ γαστριμαργίας κινεῖται· καὶ παράκλησιν ἀδελφοῦ τὴν ἑαυτοῦ κατάλυσιν λογίζεται· ἐπὶ παρουσίᾳ τινῶν τοῦ οἴνου καταλύειν [al. οἴνου λύσιν]ἐσκέψατο· καὶ ἀρετὴν δοκῶν κρύπτειν, πάθους δοῦλος ἐγένετο.
5. Ἐχθραίνει πολλάκις κενοδοξία τῇ γαστριμαργίᾳ, καὶ ὡς ἐπὶ ὀνησίμῳ δούλῳ τῷ ἀθλίῳ μοναχῷ διαμάχονται· ἡ μὲν καταλύειν βιάζεται, ἡ δὲ τὴν ἑαυτοῦ ἀρετὴν θριαμβεύειν ὑποτίθεται· σοφὸς μοναχὸς ἀμφοτέρων ἐκφεύξεται, ἐν οἰκείῳ καιρῷ τῇ ἑτέρᾳ τὴν ἑτέραν ἀποσειόμενος.
6. Τῆς μὲν σαρκὸς σφριγώσης, ἐν παντὶ καιρῷ καὶ τόπῳ ταύτην τιμωρήσωμεν· ταύτης δὲ ἡρεμούσης, ὅπερ πρὸ τάφου οὐ πείθομαι, τὴν ἑαυτῶν ἐργασίαν ἀποκρύψομεν.
7. Εἶδον πρεσβύτας ἱερεῖς ὑπὸ δαιμόνων ἐμπαιζομένους· καὶ τοὺς μὴ ὑποκειμένους αὐτοῖς νέοις ἐν συμποσίοις, τοῦ οἵνου καὶ τῶν λοιπῶν μετ᾿ εὐλογίας λύοντας. Εἰ μὲν ἐν Κυρίῳ μεμαρτυρημένοι ὑπάρχουσι, μετρίως λύσωμεν· εἰ δὲ ἀμελεῖς, μηδὲν περὶ τῆς ἑαυτῶν εὐλογίας φροντίσωμεν· καὶ μάλιστα εἴπερ τῷ πυρὶ μαχόμενοι τυγχάνομεν.
8. Ἐδόκησεν ὁ θεήλατος Εὐάγριος τῶν σοφῶν σοφώτερος τῇ τε προφορᾷ καὶ τοῖς νοήμασι γενέσθαι· ἀλλ᾿ ἐψεύσθη ὁ δείλαιος, τῶν ἀφρόνων φανεὶς ἀφρονέστερος· ἐν πολλοῖς μὲν πλὴν καὶ ἐν τούτῳ· φησὶ γάρ· Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἡμῶν ἡ ψυχὴ, ἐν ἄρτῳ στενούσθω καὶ ὕδατι· ὅμοιον δέ τι προστέταχε τῷ εἰπόντι τῷ παιδὶ ἐν [al. τῷ] ἑνὶ βήματι πᾶσαν ἀνελθεῖν τὴν κλίμακα.
Τοίνυν ἀνατρέποντες αὐτοῦ τὸν ὅρον, ἡμεῖς φήσομεν· Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἡμῶν ἡ ψυχὴ, φύσεως ἴδιον ἐπιζητεῖ· διὸ μηχανῇ πρὸς τὴν παμμήχανον χρησόμεθα· εἴπερ μὴ, βαρύτατος παρέστη [al. πάρεστι] πόλεμος ἢ πτώματος εὐθύναι. Περικόψομεν τέως τὰ λιπαίνοντα· εἶτα τὰ ἐκκαίοντα, εἶθ᾿ οὕτως τὰ ἡδύνοντα.
9. Εἰ δυνατόν, δίδου τῇ σῇ κοιλίᾳ τροφὴν ἐμπιπλῶσαν καὶ εὔπεπτον· ἵνα διὰ μὲν τῆς πλησμονῆς τὴν ἄπληστον αὐτῆς γνώμην ἀποστήσωμεν· διὰ δὲ τῆς ταχείας διαπνεύσεως, τῆς πυρώσεως ὡς μάστιγος λυτρωθῶμεν. Ἐπισκεψώμεθα καὶ τὰ πλεῖστα τῶν πνευματούντων, καὶ κινοῦντα εὑρήσομεν.
10. Γέλα ἐπὶ τῷ δαίμονι τῷ μετὰ τὸ δεῖπνον ὑπερθεσίμους σε ποιεῖν ὑποτιθεμένῳ· τῆς γὰρ ἐννάτης τῇ ἑξῆς καταλαβούσης, ἠρνήσατο τὴν συνταγὴν τῆς προλαβούσης.
11. Ἄλλη ἡ τοῖς ἀνευθύνοις, καὶ ἑτέρα τοῖς ὑπευθύνοις, ἁρμόζουσα ἐγκράτεια· οἱ μὲν γὰρ τὴν τοῦ σώματος κίνησιν εἰς σημεῖον κέκτηνται· οἱ δὲ μέχρι θανάτου καὶ τέλους πρὸς τοῦτο ἀπαρακλήτως καὶ ἀδιαλήκτως διάκεινται· οἱ μὲν πρότεροι τὴν σύγκρασιν τοῦ νοὸς ἀεὶ φυλάττειν ἐθέλουσιν· οἱ δὲ δεύτεροι διὰ τῆς ψυχικῆς σκυθρωπότητος καὶ τήξεως τὸν Θεὸν ἐξευμενίζονται.
12. Καιρὸς εὐφροσύνης καὶ παρακλήσεως τῷ μὲν τελείῳ ἀμεριμνία ἐν πᾶσι· τῷ δὲ ἀγωνιστῇ καιρὸς πάλης· τῷ δὲ ἐμπαθεῖ ἑορτὴ ἑορτῶν, καὶ πανήγυρις πανηγύρεων.
13. Ἐνύπνια τροφῶν καὶ βρωμάτων ἐν καρδίᾳ γαστριμάργων· ἐνύπνια δὲ κολάσεων καὶ κρίσεως ἐν καρδίᾳ πενθούντων.
14. Κράτει κοιλίας, πρὶν αὐτὴ σοῦ κρατήσει· καὶ τότε μέλλεις μετ᾿ αἰσχύνης ἐγκρατεύεσθαι. Οἴδασι τὸ εἰρημένον οἱ τῷ ἀῤῥήτῳ περιπεσόντες βόθρῳ· εὐνοῦχοι δὲ ἄνδρες ἀπείραστοι τούτου.
15. Κοιλίαν περικόψωμεν ἐννοίᾳ πυρός· ταύτῃ γὰρ ὑπακούσαντές τινες, ἔσχατον τὰ μέλη ἑαυτῶν ἐξέκοψαν· καὶ διπλοῦν τεθνήκασι θάνατον. Ζητήσωμεν, καὶ πάντως εὑρήσομεν τὰ παρ᾿ ἡμῖν ναυάγια ταύτην μόνην ἐργαζομένην.
16. Νοῦς νηστευτοῦ προσεύχεται νηφόντως· ὁ δὲ τοῦ ἀκρατοῦς εἰδώλων ἀκαθάρτων πεπλήρωται· κοιλίας κόρος ἐξήρανε πηγάς· αὕτη δὲ ξηρανθεῖσα ἐγέννησεν ὕδατα.
17. Ὁ τὴν ἑαυτοῦ θεραπεύων γαστέρα, καὶ πνεῦμα πορνείας νικῆσαι βουλόμενος, ὅμοιός ἐστι τῷ μετὰ ἐλαίου σβεννύοντι ἐμπρησμόν. Θλιβομένης κοιλίας ταπεινοῦται καρδία· θεραπευομένης δὲ ταύτης γαυριᾷ λογισμός.
18. Ψηλάφα σεαυτὸν περὶ τὴν πρώτην τῆς ἡμέρας καὶ περὶ τὴν μέσην καὶ περὶ τὴν ἐσχάτην ὥραν πρὸ τῆς βρώσεως, καὶ μαθήσῃ ἐξ αὐτοῦ τὴν τῆς νηστείας ὠφέλειαν. Σκιρτᾷ μὲν πρωΐας καὶ πελάζεται λογισμός· τῆς ἕκτης καταλαβούσης, μικρὸν ὑπεχάλασε, τῆς δὲ ἡλίου δύσεως εἰς τέλος ἐταπεινώθη.
19. Θλίβε κοιλίαν, καὶ πάντως κλείσεις καὶ στόμα· νευροῦται γὰρ γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων. Πυκτεύων πύκτευε αὐτῇ [πρὸς αὐτὴν], καὶ νήφων νῆφε αὐτῇ· ἂν γὰρ μικρὸν πονήσῃς, εὐθέως καὶ ὁ Κύριος συνεργήσει [συνεργεῖ σοι].
20. Μαλασσόμενοι ἀσκοὶ ἐπιδιδοῦσι τῇ χωρήσει, περιφρονούμενοι δὲ οὐ τοσοῦτον δέχονται.
21. Ὁ καταναγκάζων γαστέρα αὐτοῦ, ἐπλάτυνεν ἔντερα· ὁ δὲ ἀγωνιζόμενος πρὸς αὐτὴν, συνέσφιγξε ταῦτα· τούτων δὲ συσφιγχθέντων, οὐ πολλὰ δέξονται· καὶ τότε λοιπὸν γινόμεθα φυσικῶς νηστεύοντες.
22. Δίψα δίψαν πολλάκις κατέπαυσε· πείνᾳ δὲ πεῖναν περικόψαι χαλεπὸν καὶ ἀμήχανον. Ὁπόταν νικήσῃ σε, ἐν πόνοις δάμαζε αὐτήν· εἰ δὲ καὶ τοῦτο ἀδύνατον δι᾿ ἀσθένειαν, ἀγρυπνίᾳ πάλαισον πρὸς αὐτήν.
23. Ὀφθαλμῶν βαρυνομένων ἐπιλαβοῦ ἐργοχείρου· ὕπνου δὲ μὴ παρόντος, μὴ ἅψει αὐτοῦ· ἀδύνατον γὰρ Θεῷ καὶ μαμμωνᾷ, τοῦτ᾿ ἔστι Θεῷ καὶ ἐργοχείρῳ, παραστῆσαι τὸν νοῦν.
24. Γίνωσκε, ὅτι περ πολλάκις ὁ δαίμων τῷ στομάχῳ καθέζεται, καὶ μὴ κορέννυσθαι τὸν ἄνθρωπον παρασκευάζει, κἂν πᾶσαν τὴν Αἴγυπτον φάγῃ καὶ τὸν Νεῖλον ποταμὸν πίῃ. Μετὰ τὴν τροφὴν ἀναχωρεῖ ὁ ἀνόσιος, καὶ τὸν τῆς πορνείας ἡμῖν ἀποστέλλει, ἀπαγγείλας αὐτῷ τὸ γενόμενον· κατάλαβε, λέγων, θορύβησον αὐτόν· τῆς κοιλίας γὰρ ἐμπεφορημένης κοπωθήσῃ· ἐλθὼν ἐμειδίασε, καὶ τῷ ὕπνῳ δήσας ἡμῶν χεῖρας καὶ πόδας, πάντα λοιπὸν ὅσα ἠθέλησεν, ἐποίησεν· τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν μολυσμοῖς, καὶ φαντασίαις, καὶ ἐκκρίσεσι καταμιάνας. Θαῦμα ἰδέσθαι νοῦν ἀσώματον ὑπὸ σώματος μολυνόμενον καὶ σκοτούμενον· καὶ πάλιν διὰ πηλοῦ τὸ ἄϋλον ἀνακαθαιρόμενον καὶ λεπτυνόμενον.
25. Ἐὰν τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύειν τῷ Χριστῷ συνετάξω, στένωσον τὴν γαστέρα· ταύτης γὰρ θεραπευομένης καὶ πλατυνομένης, τὰς συνθήκας ἠθέτησας.
26. Ἐπίσκεψαι, καὶ ἀκούσεις τοῦ λέγοντος, Πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς τῆς κοιλίας, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν τῆς πορνείας· καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. Τί στενὴ πύλη καὶ τεθλιμμένη ὁδὸς τῆς νηστείας, ἡ εἰσάγουσα εἰς τὴν ζωὴν τῆς ἁγνείας, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς.
27. Ἄρχων δαιμόνων, ὁ πεσὼν ἑωσφόρος· καὶ ἄρχων παθῶν ὁ λαιμὸς τῆς κολίας.
28. Ἐν τραπέζῃ ἐδεσμάτων ἀνακλινόμενος, μνήμην θανάτου καὶ κρίσεως εἰς μέσον ἄγε· μόλις γὰρ, κἂν οὕτως μικρὸν πάθος ἐμποδίσῃς. Τὸ πόμα πίνων, τοῦ ὄξους καὶ τῆς χολῆς τοῦ σοῦ Δεσπότου μὴ παύσῃ ἐννοῶν· καὶ πάντως ἢ ἐγκρατεύσῃ, ἢ στενάξεις, ἢ καὶ ταπεινότερον ποιήσεις τὸ φρόνημα.
29. Μὴ πλανῶ, οὐ μὴ τοῦ Φαραὼ ἐλευθερωθήσῃ, οὐδὲ τὸ ἄνω Πάσχα θεάσῃ, ἂν οὐ πικρίδας καὶ ἄζυμα φάγῃς [γεύσῃς] διὰ παντός. Πικρίδες ἐστὶν ἡ τῆς νηστείας βία καὶ πόνος· ἄζυμα δὲ, τὸ μὴ φυσώμενον φρόνημα.
30. Τῇ σῇ ἀναπνοῇ συγκολληθήτω ὁ λόγος τοῦ λέγοντος· Ἐγὼ δὲ ἐν τῷ τοὺς δαίμονας παρενοχλεῖν μοι, ἐνεδυόμην σύκκον· καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου· καὶ ἡ προσευχή μου εἰς κόλπον ψυχῆς μου ἐκεκόλλητο.
31. Νηστεία ἐστὶ βία φύσεως, καὶ περιτομὴ ἡδύτητος λάρυγγος, πυρώσεως ἐκτομὴ, πονηρῶν ἐννοιῶν ἐκκοπὴ, ἐνυπνιασμῶν ἐλευθερία, προσευχῆς καθαρότης· ψυχῆς φωστὴρ, νοὸς φυλακή· πωρώσεως λῦσις, κατανύξεως θύρα, στεναγμὸς ταπεινὸς, συντριμμὸς ἱλαρὸς, πολυλογίας ἀργία, ἡσυχίας ἀφορμὴ, ὑπακοῆς φύλαξ, ὕπνου κουφισμὸς, ὑγεία σώματος, ἀπαθείας πρόξενος, ἁμαρτημάτων ἄφεσις· παραδείσου θύρα καὶ τρυφή.
32. Ἀπαιτήσωμεν καὶ τοῦτον, μᾶλλον δὲ πρὸ πάντων τούτων τὸν προστάτην τῶν κακῶν ἡμῶν πολέμιον, τὴν θύραν τῶν παθῶν, τὴν πτῶσιν τοῦ Ἀδὰμ, τὴν τοῦ Ἡσαῦ ἀπώλειαν, τῶν Ἰσραηλιτῶν τὸν ὄλεθρον, τὴν τοῦ Νῶε ἀσχημοθέαν, τὴν τῶν Γομόῤῥων προδότην, τὴν τοῦ Λὼτ μέμψιν, τὴν τῶν υἱῶν Ἡλεὶ τοῦ ἱερέως ἐξολόθρευσιν, τὴν τῶν μολυσμῶν χειραγωγόν. Πόθεν δὲ τίκτεται, καὶ τίνες οἱ ταύτης ἀπόγονοι; Τίς τε ὁ συντρίβων αὐτήν; Καὶ τίς ὁ ἀπολλύων αὐτὴν εἰς τέλος;
Λέγε ἡμῖν, ὦ ἡ πάντων τῶν βροτῶν τυραννὶς, ἡ πάντας ὠνησαμένη χρυσίῳ ἀπληστίας, πόθεν τὴνεἴσοδον ἐν ἡμῖν κέκτησαι; καὶ τί μετὰ τὴν εἴσοδον τίκτειν πέφυκας; καὶ τίς ἡ σοῦ ἐξ ἡμῶν ἔξοδος; Ἡ δὲ ἐπὶ ταῖς ὕβρεσι πονήσασα, πρὸς ἡμᾶς τυραννικῶς ἡ μαιμάσσουσα, καὶ ἀγρία ἀπεκρίνετο· Τί με λοιδορίαις βάλλετε, οἱ ἐμοὶ ὑπεύθυνοι τυγχάνοντες; Πῶς δέ μου χωρισθῆναι σπουδάζετε; Κἀγὼ τῇ φύσει συνδέδεμαι· ἐμοῦ θύρα, φύσις βρωμάτων· ἐμοῦ δὲ ἀπληστίαις συνήθεια αἴτιος· ἐμοῦ δὲ πάθους ὑπόθεσις συνήθεια προλαβοῦσα, καὶ ἀναλγησία ψυχῆς, καὶ ἀμνημοσύνη θανάτου.
Πῶς δὲ τῶν ἐμῶν ἀπογόνων τὰ ὀνόματα ζητεῖτε μαθεῖν; ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ὅμως τοὺς πρωτοτόκους μου καὶ ἀγαπητοὺς ἀκούσατε τίνες προσαγορεύονται. Υἱὸς πρωτότοκός μου, πορνείας ὑπουργὸς, ἐκείνου δὲ δεύτερος σκληρότης καρδίας· ὁ ὕπνος τρίτος, θάλασσα λογισμῶν, κύματα μολυσμῶν· βυθὸς ἀγνώστων καὶ ἀῤῥήτων ἀκαθαρσίων ἐξ ἐμοῦ ἐκπορεύονται.
Ἐμαὶ θυγατέρες ὀκνηρία, πολυλογία, παῤῥησία, γελωτοποιΐα, εὐτραπελία, ἀντιλογία, σκληροτραχηλία, ἀνηκοΐα, ἀναισθησία, αἰχμαλωσία, μεγαλαυχία, θρασύτης, φιλοκοσμία, ἣν διαδέχεται προσευχὴ ῥυπαρὰ, καὶ ῥεμβασμοὶ λογισμῶν. Πολλάκις δὲ καὶ συμφοραὶ ἀνέλπιστοι καὶ ἀπροσδόκητοι, αἷς προσωμίλησε ἀνελπιστία ἡ πάντων χαλεπωτέρα.
Ἐμὲ πολεμεῖ μὲν, οὐ νικᾷ δὲ μνήμη πταισμάτων· ἐχθραίνει μοι εἰς ἅπαν ἔννοια θανάτου, τὸ δὲ ἐμὲ καταργοῦν τελείως ἐν ἀνθρώποις οὐδέν· ὁ κτησάμενος παράκλητον, τούτῳ ἐντυγχάνει κατ᾿ ἐμοῦ· κἀκεῖνος δυσωπηθεὶς, ἐμπαθῶς οὐκ ἐᾷ με ἐνεργεῖν· οἱ γὰρ ἐκείνου ἄγευστοι, διὰ τῆς ἐμῆς γλυκύτητος πάντωςἡδύνεσθαι ζητοῦσι.
Ἀνδρεία νίκη. Ὁ ἰσχύσας δῆλος πρὸς ἀπάθειαν καὶ σωφροσύνην ἀκροτάτην ἐπειγόμενος.