ΛΟΓΟΣ ΙΘ΄

Περὶ ἀγρυπνίας
Περὶ ἀγρυπνίας σωματικῆς, πῶς διὰ ταύτης γίνεται τοῦ πνεύματος, καὶ πῶς δεῖ ταύτην μετιέναι

1. Τοῖς ἐπὶ γῆς βασιλεῦσιν οἱ μὲν ἄοπλοί τινες καὶ γυμνοὶ, οἱ δὲ ῥάβδους κατέχοντες, οἱ δὲ θυρεοὺς, οἱ δὲ μαχαίρας παρίστανται· πολλὴ δέ τις ἡ διαφορὰ τῶν πρωτευόντων παρὰ τοὺς ἐσχάτους καὶ ἀσύγκριτος. Οὗτοι γὰρ καὶ συγγενεῖς κυρίως, καὶ οἰκεῖοι τοῦ βασιλέως εἶναι πεφύκασι. Καὶ ταῦτα μὲν ἐν τούτοις.

Φέρε δὴ λοιπὸν καὶ ἡμεῖς ἴδωμεν πῶς τὴν ἡμετέραν παράστασιν πρὸς τὸν Θεὸν καὶ βασιλέα ποιούμεθα, ἔν τε ταῖς ἑσπεριναῖς, καὶ ἡμεριναῖς, καὶ νυκτεριναῖς παραστάσεσι καὶ εὐχαῖς. Τινὲς μὲν γὰρ ἐν τῇ ἑσπερινῇ διανυκτερεύσει ἄϋλοι, καὶ γυμνοὶ πάσης φροντίδος, ἐπὶ προσευχὴν τὰς χεῖρας ἐκτείνουσιν.

Ἕτεροι δὲ, μετὰ ψαλμῳδίας ἐν ταύταις παρίστανται· ἄλλοι, τῇ ἀναγνώσει μᾶλλον προσκαρτεροῦσι· τινὲς δὲ, διὰ τοῦ ἔργου τῶν χειρῶν ἐξ ἀσθενείας ἀνδρείως τῷ ὕπνῳ μάχονται· ἄλλοι, τῇ τοῦ θανάτου ἐννοίᾳ προσασχολούμενοι, διὰ ταύτης κατάνυξιν προσλαβέσθαι βούλονται.

Τούτων πάντων οἱ πρῶτοι καὶ ἔσχατοι θεοφιλεῖ προσκαρτεροῦσι διανυκτερεύσει· οἱ δὲ δεύτεροι, μοναχικῇ· οἱ δὲ τρίτοι ἐσχατωτέραν βαδίζουσιν ὁδόν· πλὴν κατὰ τὸν λογισμὸν καὶ τὴν δύναμιν ὁ Θεὸς τὰ δῶρα δέχεταικαὶ λογίζεται.

2. Ἄγρυπνον ὄμμα ἥγνισεν νοῦν· πλῆθος δὲ ὕπνου ἐπώρωσε ψυχήν. Ἄγρυπνος μοναχὸς πορνείας ἐχθρός· ὁ δὲ ὑπνώδης, ταύτης σύζυγος.

3. Ἀγρυπνία πυρώσεων θραῦσις· ἐνυπνιασμῶν λύτρωσις· κάθυγρος ὀφθαλμὸς, ἡπαλυμένη καρδία, λογισμῶν φυλακὴ, βρωμάτων χωνευτήριον, πνευμάτων δαμαστήριον, γλώττης κολαστήριον, φαντασιῶν φυγαδευτήριον.

4. Μοναχὸς ἄγρυπνος, ἁλιευτὴς λογισμῶν, ἐν γαλήνῃ νυκτὸς εὐχερῶς τούτους κατανοεῖν, καὶ ἀγρεύειν δυνάμενος. Μοναχὸς φιλόθεος σάλπιγγος προσευχῆς σημαινούσης λέγει· Εὖγε, εὖγε! Ὁ δὲ ῥᾴθυμος λέγει. Οἴμοι, οἴμοι!

5. Τραπέζης ἑτοιμασία ἐδοκίμασε γαστριμάργους· καὶ προσευχῆς ἐργασία ἐδοκίμασε φιλοθέους· ὁ μὲν πρότερος ἰδὼν ἐκείνην, σκιρτᾷ, ὁ δὲ δεύτερος σκυθρωπάζει.

6. Λήθης πρόξενος ὕπνος πολύς· ἀγρυπνία δὲ μνήμην ἐκκαθαίρει.

7. Πλοῦτος γεωργοῖς ἐν ἅλωνι καὶ ληνῷ συνάγεται· πλοῦτός τε καὶ γνῶσις μοναχοῖς ἐν ἑσπεριναῖς, καὶ νυκτεριναῖς παραστάσεσι, καὶ ἐργασίαις νοός.

8. Ὕπνος πολὺς σύμβιος ἄδικος· τὸ ἥμισυ τῆς ζωῆς τῶν ῥᾳθύμων ἀφαρπάζων ἀπ᾿ αὐτῶν, ἢ καὶ πλέον.

9. Ἀδόκιμος μοναχὸς ἐν συντυχίαις ἄγρυπνος, καὶ ὥρας εὐχῆς καταλαβούσης, τοὺς ὀφθαλμοὺς ἐβαρήθη· μοναχὸς χαῦνος ἐν πολυλογίαις δόκιμος, καὶ ἀναγνώσεως ἐνεχθείσης, ἐμβλέπειν ἀπὸ τοῦ ὕπνου οὐ δύναται.

Σάλπιγγος γινομένης νεκρῶν ἀνάστασις, καὶ ἀργολογίας καταλαβούσης κοιμωμένων ἀνάνηψις. Δόλιος φίλος τοῦ ὕπνου ὁ τύραννος· κορεσθέντων ἡμῶν πολλάκις ὑποχωρεῖ· καὶ ἐν πείνῃ καὶ ἐν δίψῃ ἰσχυρῶς πολεμεῖ· ἐργόχειρον ἐν ταῖς εὐχαῖς βαστάζειν ὑποτίθεται· ἄλλως γὰρ τὴν προσευχὴν τῶν ἀγρυπνούντων ἀφανίζειν οὐ δύναται.

Τοῖς εἰσαγωγικοῖς πρῶτον ἐν τῷ πολέμῳ ὑπεισέρχεται, ἵνα ῥᾳθυμῆσαι ἐκ προοιμίων ποιήσῃ, ἢ ἵνα τῷ τῆς πορνείας προευτρεπίσῃ δαίμονι. Ἕως οὗ τούτου ἐλευθερωθῶμεν, μετὰ πλήθους ψάλλειν μὴ παραιτησώμεθα· πολλάκις γὰρ αἰδούμενοι, οὐ νυστάζομεν

10. Ἐχθραίνει τοῖς λαγωοῖς ὁ κύων, καὶ τῷ ὕπνῳ ὁ τῆς κενοδοξίας δαίμων.

11. Μετὰ μὲν τὴν ἡμέραν ὁ πράτης· μετὰ δὲ τὴν ψαλμῳδίαν ὁ ἐργάτης καθεσθεὶς τὸ κέρδος ψηφίζει.

12. Ἔκδεξαι μετὰ προσευχὴν νηφόντως, καὶ τότε ὄψει ὁρμαθοὺς δαιμόνων ὡς πολεμηθέντας ὑφ᾿ ἡμῶν μετὰ τὴν προσευχὴν ταῖς ἀτόποις ἡμᾶς φαντασίαις περιπείρειν δοκιμάζοντας· καθεσθεὶς τήρει, καὶ ὄψει τοὺς σεσυνηθικότας τὰς ἀπαρχὰς ἀφαρπάζειν τῆς ψυχῆς.

13. Ἔστι μὲν κατὰ τοὺς ὕπνους ἐκ συνεχείας μελετᾷν τὰ τῶν ψαλμῶν λόγια· ἔστι δὲ ὅτε οἱ δαίμονες ἡμῖν ταῦτα ὑποτίθενται, ἵνα πρὸς ὑπερηφανίαν ἀνεπάρωσι. Τὸ δὲ τρίτον λέγειν οὐκ ἤθελον, πλήν τίς με λέγειν βεβίακε. Ψυχὴ λόγον Κυρίου ἀδιαλείπτως μεθ᾿ ἡμέραν μελετῶσα, καὶ τῷ ὕπνῳ ἐν τούτῳ ἐμφιλοχωρεῖν πέφυκεν. Ἀντιμισθία γὰρ κυρίως τοῦ προτέρου τὸ δεύτερον πρὸς ἀποτροπὴν πνευμάτων καὶ φαντασμάτων.

Βαθμὸς δέκατος ἔνατος· ὁ τοῦτον εἰληφὼς, φῶς ἐδέξατο [al. ἔλαμψεν] ἐν τῇ καρδίᾳ αὑτοῦ.

ΠΡΟΗΓΟΥΜΕΝΟΣ ΛΟΓΟΣ    ΕΠΟΜΕΝΟΣ ΛΟΓΟΣ