ΛΟΓΟΣ Θ΄
Περὶ μνησικακίας
1. Αἱ μὲν ὅσιαι ἀρεταὶ, τῇ τοῦ Ἰακὼβ κλίμακι παρεοίκασιν, αἱ δὲ ἀνόσιοι κακίαι, τῇ ἁλύσει τῇ ἐκπεσούσῃ ἐκ Πέτρου τοῦ κορυφαίου. Διὸ αἱ μὲν μία τῇ μιᾷ συνδεθεῖσαι εἰς οὐρανὸν τὸν προαιρούμενον ἀναφέρουσιν· αἱ δὲ ἑτέρα τὴν ἑτέραν γεννᾷν καὶ συσφίγγειν πεφύκασιν. Διὸ καὶ ἠκούσαμεν νῦν τοῦ ἀσυνέτου θυμοῦ γέννημα αὐτοῦ οἰκεῖον τὴν μνησικακίαν ὑπάρχειν φήσαντος, ὅθεν καὶ καιροῦ νῦν καλοῦντος ἀρτίως περὶ αὐτῆς εἴπωμεν.
2. Μνησικακία ἐστὶ θυμοῦ κατάληξις, ἁμαρτημάτων φύλαξ, δικαιοσύνης μῖσος, ἀρετῶν ἀπώλεια, ἰὸς ψυχῆς, σκώληξ νοὸς, προσευχῆς αἰσχύνη, δεήσεως ἐκκοπή· ἀγάπης ἀλλοτρίωσις, ψυχῆς ἧλος πεπηγὼς, ἀνόδυνος αἴσθησις ἐν ἡδύτητι πικρίας ἀγαπωμένη, διηνεκὴς ἁμαρτία, ἄϋπνος παρανομία, κάθωρος κακία. Ἓν καὶ τοῦτο σκοτεινόν, καὶ ἀηδὲς πάθος, λέγω δὴ τὸ τῆς μνησικακίας τῶν γεννωμένων καὶ οὐ γεννώντων, ἢ καὶ γεννώντων καθέστηκεν· ὅθεν περὶ αὐτοῦ οὐ πλεῖστα λέγειν βουλόμεθα.
3. Ὁ παύσας ὀργὴν ἀνεῖλε μνησικακίαν· τοῦ γὰρ πατρὸς ζῶντος τεκνογονία γίνεται.
4. Ὁ κτησάμενος ἀγάπην, ἐξενίτευσε μήνιδος· ὁ δὲ ἐχθραίνων, κόπους ἀκαίρους ἑαυτῷ συναθροίζει.
5. Τράπεζα ἀγάπης, διέλυσε μῖσος· καὶ δῶρα καθαρὰ κατεμάλαξε ψυχήν. Τράπεζα ἀπρόσεκτος μήτηρ παῤῥησίας, καὶ διὰ θυρίδος ἀγάπης εἰσπηδήσει γαστριμαργία.
6. Εἶδον μῖσος πορνείας δεσμὸν χρόνιον διαῤῥῆξαν, καὶ μνησικακίαν ἐκεῖ ἄδεσμον αὐτὸν τοῦ λοιποῦ παραδόξως διατηρήσασαν· θαυμαστὸν ὅραμα [θέαμα, al. πρᾶγμα], δαίμονα τὸν δαίμονα ἰώμενον. Τοῦτο δὲ ἴσως ἔργον Θεοῦ οἰκονομικῶς, καὶ οὐ δαιμόνων καθέστηκε.
7. Μακρὰν ἀπὸ ἀγάπης στεῤῥᾶς φυσικῆς μνησικακία, εὐχερῶς δὲ πορνεία πλησιάζει αὐτῇ· καὶ λεληθότως ὁρᾷς ἐν περιστερᾷ φθεῖραν.
8. Μνησικακῶν μνησικάκει δαίμοσι, καὶ ἐχθραίνων ἔχθραινε τῷ σώματι διὰ παντός. Ἀγνώμων καὶ δόλως φίλος ἡ σάρξ· καὶ θεραπευομένη, μειζόνως ἀδικεῖ.
9. Γραφικὸς ὑφηγητὴς μνησικακία· πρὸς τὴν ἰδίαν εἴδησιν τὰ τοῦ Πνεύματος λόγια ἀλληγορῶν. Αἰσχυνέτω αὐτὸν Ἰησοῦ ἡ προσευχὴ, ἣν λέγειν σὺν αὐτῷ οὐ δυνάμεθα.
10. Ὁπόταν πολλὰ πυκτεύσας τὸ σκῶλον διαλῦσαι εἰς τέλος οὐ δύνασαι, μετανόει τῷ ἐχθρῷ, κἂν τῷ στόματι, ἵν᾿ ἐπὶ πολὺ ὑπόκρισιν τὴν πρὸς αὐτὸν αἰδεσθεὶς, τελείως ἀποδέξῃ ὑπὸ τοῦ συνειδότος, ὡς ὑπὸ πυρὸςνυττόμενος.
11. Τότε γνώσῃ σαυτὸν τῆς σηπεδόνος ταύτης ἀπαλλαγέντα· οὐχ ὅταν ὑπὲρ τοῦ λυπήσαντος εὔξῃ· οὐδ᾿ ὅταν αὐτὸν δώροις ἀνταμείψῃ· οὐδ᾿ ὅταν ἐπὶ τράπεζαν ἄγῃς· ἀλλ᾿ ὅταν αὐτὸν ἢ ἐν τοῖς κατὰ ψυχὴν, ἢ σωματικὴν συμφορὰν δεξάμενον ἀκούσῃς· καὶ ὡς ἐφ᾿ ἑαυτῷ, ὀδυνηθῇς καὶ δακρύσῃς.
12. Μνησίκακος ἡσυχαστὴς ἐμφωλεύουσα ἀσπὶς, ἰὸν θανατηφόρον ἐν ἑαυτῇ περιφέρουσα· μνῆμαι παθημάτων Ἰησοῦ ἰάσεται μνησικακίαν ἐκ τῆς αὐτοῦ ἀνεξικακίας ἰσχυρῶς αἰσχυνομένην.
13. Ξύλῳ σαθρῷ ἔνδοθεν ἐναποτίκτονται σκώληκες· καὶ πραοτάτοις καὶ ἡσυχίοις νόθοις συγκολλᾶται μῆνις. Ὁ ἀποβάλλων αὐτὴν εὗρεν ἄφεσιν, ὁ δὲ προσκολλώμενος αὐτῇ ἐστερήθη οἰκτιρμῶν.
14. Εἰς πόνους καὶ ἱδρῶτας διὰ συγχώρησιν ἑαυτούς τινες ἐκδεδώκασιν· ἀμνησίκακος δὲ ἀνὴρ προκατελάβετο τούτους· εἴπερ ἄφετε συντόμως, καὶ ἀφεθήσεται ἡμῖν πλουσίως.
15. Τῆς γνησίας μετανοίας ἡ ἀμνησικακία τεκμήριον· ὁ δὲ ταύτην κατέχων, καὶ μετανοεῖν δοκῶν, ὅμοιός ἐστι τῷ καθ᾿ ὕπνους τρέχειν δοκοῦντι.
16. Εἶδον μνησικάκους περὶ ἀμνησικακίας ἄλλοις μνησικάκοις παραινέσαντες, καὶ τοὺς οἰκείους λόγους ἐντραπέντες, τοῦ πάθους ἐπαύσαντο.
17. Μηδεὶς ψιλὸν πάθος τὴν ἐσκοτισμένην ταύτην ὑπονοήσοιτο· πέφυκε γὰρ πολλάκις καὶ μέχρι τῶν πνευματικῶν ἀνδρῶν ἐπεκτείνεσθαι.
Βαθμὸς ἔννατος· ὁ κτησάμενος, παῤῥησίᾳ λοιπὸν τὴν λύσιν τῶν πταισμάτων αἰτείτω παρὰ τοῦ Σωτῆρος Χριστοῦ.