ΛΟΓΟΣ ΚΑ΄
Περὶ κενοδοξίας
Περὶ τῆς πολυμόρφου κενοδοξίας
1. Τινὲς μὲν ἰδιαιρέτῳ τάξει καὶ λόγῳ τὴν κενοδοξίαν παρὰ τὴν ὑπερηφανίαν φιλοῦσιν ὁρίζειν· ὅθεν καὶ ὀκτὼ τοὺς τῆς κακίας λογισμοὺς πρωτεύοντας καὶ ἐπιτρόπους λέγουσιν εἶναι. Ὁ δὲ θεολόγος Γρηγόριος, καὶ ἕτεροι ἑπτὰ πάλιν τούτους ἐξέδωκαν· οἷς ἔγωγε μάλιστα συντίθεσθαι πείθομαι. Τίς γὰρ κενοδοξίαν νικήσας ὑπερηφανίαν κέκτηται; Τοσαύτην δὲ μόνον πρὸς ἀλλήλας τὴν διαφορὰν κέκτηνται, ὅσην ἔχει τῇ φύσει ὁ παῖς παρὰ τὸν ἄνδρα, καὶ ὁ σῖτος παρὰ τὸν ἄρτον· ἀρχὴ μὲν γὰρ τὸ πρότερον, τέλος δὲ τὸ δεύτερον. Οὐκοῦν περὶ ἀρχῆς καὶ πληρώματοςπαθῶν τῆς ἀνοσίου οἰήσεως καιροῦ καλέσαντος, εἴπωμεν συντόμως. Ὁ γὰρ διὰ μήκους περὶ τούτων φιλοσοφεῖν ἐπιχειρῶν, ὅμοιός ἐστι τῷ περὶ ἀνέμων σταθμοῦ πολυπραγμονοῦντι εἰκῆ.
2. Κενοδοξία ἐστὶ κατὰ μὲν τὸ εἶδος φύσεως ἐναλλαγὴ, καὶ ἠθῶν διαστροφὴ, καὶ παρατήρησις μέμψεως· κατὰ δὲ τὴν ποιότητα, καμάτων σκορπιστήριον, ἱδρώτων ἀπώλεια, θησαυροῦ ἐπιβουλὴ, ἀπιστίας ἔκγονος, ὑπερηφανίας πρόδρομος, ἐν λιμένι ναυάγιον, ἐν ἅλωνι μύρμηξ, λεπτὸς μὲν ὑπάρχων, παντὶ δὲ καμάτῳ καὶ καρπῷ ἐπιβουλεύων.
3. Ἀναμένει μύρμηξ τελεσθῆναι τὸν σῖτον, καὶ κενοδοξία συναχθῆναι τὸν πλοῦτον· ὁ μὲν γὰρ χαίρει ἵνα κλέψῃ, ἡ δὲ ἵνα σκορπίσῃ. Πνεῦμα ἀπογνώσεως χαίρει θεωροῦν πληθυνομένην κακίαν· πνεῦμα δὲ κενοδοξίας πληθυνομένην ἀρετήν· θύρα γὰρ τοῦ προτέρου τὰ πλήθη τῶν τραυμάτων· τοῦ δὲ δευτέρου, ὁ πλοῦτος τῶν καμάτων.
4. Ἐπιτήρει, καὶ μέχρι μνήματος τὴν ἀνοσίαν ἀνθοῦσαν εὑρήσεις, ἐν ἱματίοις, καὶ μύροις, καὶ προπομπῇ, καὶ ἀρώμασι, καὶ ἑτέροις.
5. Πᾶσιν ἀφθόνως λάμπει ὁ ἥλιος, καὶ πᾶσιν ἐπιτηδεύμασιν ἐπιχαίρει κενοδοξία· οἷόν τι λέγω, νηστεύων κενοδοξῶ, καὶ καταλύων ἵνα μὴ γνωσθῶ, ὡς φρόνιμος πάλιν κενοδοξῶ. Λαμπρὰ περιβεβλημένος, ἡττῶμαι ταύτῃ, καὶ εὐτελῆ ἐξαλλάσσων, πάλιν κενοδοξῶ· λαλῶν ἡττῶμαι, καὶ σιωπῶν πάλιν ἡττήθην. Ὡς ἂν ῥίψῃς ταύτην τὴν τρίβολον, ὀρθὸν τὸ κέντρον ἵσταται.
6. Κενόδοξός ἐστιν εἰδωλολάτρης πιστός, Θεὸν μὲν τῷ δοκεῖν σεβόμενος, ἀνθρώποις δὲ, καὶ οὐ Θεῷ, ἀρέσκειν βουλόμενος. Κενόδοξός ἐστι πᾶς φιλενδείκτης· κενοδόξου νηστεία ἄμισθος, καὶ προσευχὴ ἄκαιρος· δι᾿ ἔπαινον γὰρ ἀνθρώπων ἀμφότερα ἐργάζεται· κενόδοξος ἀσκητὴς ἀδικεῖται διπλῶς· καὶ τὸ σῶμα κατατήκων, καὶ μισθὸν μὴ λαμβάνων.
7. τίς μὴ γελάσῃ τὸν τῆς κενοδοξίας ἐργάτην, ἐν ταῖς ψαλμῳδίαις ἱστάμενον, καὶ ὑπὸ ταύτης κινούμενον; Ποτὲ μὲν γελᾷν, ποτὲ δὲ ἐπὶ πάντων κλαίειν παρασκευάζει.
8. Κρύπτει Κύριος ἐξ ὀφθαλμῶν ἡμῶν πολλάκις, καὶ ἅπερ κεκτήμεθα καλά. Ἀνὴρ δὲ ἐπαινέτης, μᾶλλον δὲ πλανήτης, διὰ τοῦ ἐπαίνου τοὺς ὀφθαλμοὺς ἡμῶν ἀνέῳξε. Τούτων δὲ ἀνοιγέντων ἄφαντος ὁ πλοῦτος ἐγένετο ἀφ᾿ ἡμῶν.
9. Κολακευτής ἐστι δαιμόνων διάκονος, ὑπερηφανίας χειραγωγὸς, κατανύξεως ἐξολοθρευτής, καλῶν ἀφανιστής, πλάνος ὁδοῦ· Οἱ γὰρ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, φησὶν ὁ προφήτης.
10. Ὑψηλῶν μὲν, τὸ ὑπενεγκεῖν γενναίως καὶ ἀσμένως ὕβριν. Ἁγίων δὲ καὶ ὁσίων, τὸ ἀβλαβῶς παρελθεῖν τὸν ἔπαινον.
11. Εἶδον πενθοῦντας ἐπαινεθέντας, καὶ εἰς ὀργὴν ἐξαφθέντας, καὶ ὡς ἐν πανηγύρει πάθος συναλλάξαντας.
12. Οὐδεὶς γινώσκει τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου. Αἰσχυνέσθωσαν οὖν καὶ φιμούσθωσαν οἱ ἐπὶ πρόσωπον μακαρίζειν ἐπιχειροῦντες.
13. Ὅταν ἀκούσῃς ὅτι ὁ πλησίον σου καὶ ὁ φίλος ἐλοιδόρησέ σε ἀπόντα, ἢ παρόντα, τότε τὴν ἀγάπην ἔνδειξαι ἐπαινέσας αὐτόν.
14. Μέγα τὸ ἀποσείσασθαι ἐκ τῆς ψυχῆς ἔπαινον ἀνθρώπων· μεῖζον δὲ, ἔπαινον δαιμόνων (ἀποστρέψαι).
15. Ταπεινοφροσύνην ἔδειξεν, οὐχ ὁ ἑαυτὸν εὐτελίζων· πῶς γὰρ ἑαυτὸν οὐ βαστάσει; ἀλλ᾿ ὁ παρ᾿ ἑτέρου ὀνειδισθεὶς, καὶ τὴν ἀγάπην αὐτοῦ μὴ μειώσας.
16. Ἐπεσημεινάμην τὸν τῆς κενοδοξίας δαίμονα λογισμοὺς ἀδελφῷ ὑποβάλλοντα, καὶ ἑτέρῳ τούτους ἀποκαλύψαντα, κἀκείνῳ τὰ ἐγκάρδια αὐτοῦ εἰπεῖν παρασκευάσαντα, καὶ ὡς προγνώστην λοιπὸν τοῦτον μακαρίζοντα. Ἔστι δὲ ὅτε καὶ αὐτῶν τῶν τοῦ σώματος μελῶν ἐφαπτόμενος παλμοὺς ποιεῖν ὁ ἀνόσιος πέφυκεν.
Μὴ παραδέξῃ αὐτόν, ἐπισκοπήν σοι, καὶ ἡγουμενείαν, καὶ διδασκαλίαν ὑποβάλλοντα. Κόπος γὰρ κύνα ἀπὸ μακελλικῆς τραπέζης διῶξαι. Ἐπὰν μικρόν τι εἰρηνικὴν ἴδῃ ἔχοντας κατάστασιν, εὐθὺς ἐκ τῆς ἐρήμου εἰς τὸν κόσμον παραγενέσθαι προτρέπεται, Ἄπελθε, λέγων, εἰς σωτηρίαν ἀπολλυμένων ψυχῶν.
17. Ἄλλη μορφὴ Αἰθιόπων, καὶ ἑτέρα ἀνδριάντων· καὶ ἄλλος ὁ τῆς τῶν ἐν κοινοβίῳ διατριβόντων κενοδοξίας τρόπος, παρὰ τὸν τῶν ἐν ἐρήμοις ὄντων.
18. Κοσμικῶν ἐπιδημίας προλαμβάνει κενοδοξία, καὶ τοὺς κουφοτέρους εἰς ἀπαντὴν τῶν ἐρχομένων μοναχοὺς προτρέπεται ἐξελθεῖν, πρὸ τῶν ποδῶν ἐκείνων παρασκευάζει προσπίπτειν, καὶ ταπείνωσιν ὑποδύεται ἡ ὑπερηφανίας ἀνάπλεως· ἦθος καὶ φωνὴν καταστέλλει, καὶ πρὸς τὰς χεῖρας τῶν ἐπιδημησάντων πρὸς τὸ λαβεῖν ἀποβλέπει, δεσπότας καλεῖ καὶ προστάτας, καὶ μετὰ Θεὸν τὴν ζωὴν χαριζομένους.
Εἰς τὴν τράπεζαν καθεσθέντας ἐγκρατεύεσθαι προτρέπεται· καὶ τοῖς κατωτέροις ἀνηλεῶς ἐπιπλήττει· ἐν ψαλμῳδίᾳ σταθέντας τοὺς ῥᾳθύμους ἀνδρείους ἐποίησε· τοὺς ἀφώνους καλλιφώνους, καὶ τοὺς νυστακτὰς ἀγρύπνους. Τὸν ἐπὶ τοῦ κανόνος θωπεύει· καὶ τὰ πρωτεῖα αὐτῷ χαρίσασθαι δυσωπεῖ, πατέρα καὶ διδάσκαλον καλεῖ, ἄχρι τῆς τῶν ξένων ἀποδημίας· προτιμωμένους ὑπερηφάνους κατέστησε· καὶ καταφρονουμένους μνησικάκους ἔδειξε.
19. Κενοδοξία ἀντὶ τιμῆς πολλάκις ἀτιμίας ἐγένετο πρόξενος· ὀργισθεῖσι γὰρ τοῖς αὐτῆς μαθηταῖς αἰσχύνην μεγάλην προσήγαγεν. Κενοδοξία τοὺς ὀξεῖς ἐπὶ ἀνθρώπων πραεῖς εἰργάσατο· φυσικοῖς χαρίσμασιν ἐπιπηδᾷ μεγάλως καὶ διὰ τούτων πολλάκις τοὺς ἀθλίους ἔρριψεν.
20. Εἶδον δαίμονα τὸν ἑαυτοῦ ἀδελφὸν λυπήσαντα καὶ διώξαντα· ὀργιζομένου γάρ ποτέ τινος ἀδελφοῦ ἐν τῷ μεταξὺ κοσμικῶν παρουσία κατέλαβε, καὶ τῇ κενοδοξίᾳ ἐξ ὀργῆς μετεπράθη ὁ ἄθλιος· ὁμοθυμαδὸν γὰρ αὐταῖς δουλεῦσαι οὐκ ἠδύνατο.
21. Ὁ κενοδοξίᾳ ἀπεμποληθεὶς διπλοῦν τὸν βίον κέκτηται· ἐν μοναχοῖς μὲν διατρίβων τῷ σχήματι, ἐν κόσμῳ δὲ τῷ φρονήματι καὶ τῷ ἐνθυμήματι.
22. Ἐὰν πρὸς τὴν ἄνω εὐαρέστησιν τρέχειν ἐπειγώμεθα, τῆς ἄνω δόξης πάντως καὶ γευσόμεθα. Ἐκείνης δὲ ὁ γευσάμενος πάσης τῆς ἐπιγείου καταφρονήσει. Θαυμάζω γὰρ εἰ μὴ τῆς προτέρας τις γευσάμενος, πάσης τῆς δευτέρας κατεφρόνησε.
23. Πολλάκις ὑπὸ κενοδοξίας συληθέντες, στραφέντες ἡμεῖς εὐφυεστέρως αὐτὴν ἐσυλήσαμεν. Εἶδόν τινας ἐργασίας πνευματικῆς ἐκ κενοδοξίας ἀπαρξαμένους, καὶ τῆς ἀρχῆς καταβληθείσης μωμητῆς, τὸ τέλος γέγονεν ἐπαινετόν, διὰ τὸ μετενεχθῆναι τὴν ἔννοιαν.
24. Ὁ ἐπὶ φυσικοῖς πλεονεκτήμασι, λέγω δὴ ἀγχινοίᾳ, εὐμαθείᾳ, ἀναγνώσει, προφορᾷ εὐφυΐᾳ, καὶ τοῖς τοιούτοις πᾶσι τοῖς ἀπόνως προσοῦσιν ἡμῖν ἐπαιρόμενος, οὐδέποτε τῶν ὑπὲρ φύσιν ἀγαθῶν ἐντεύξεται· Ὁ γὰρ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν πολλῷ ἄπιστος, καὶ κενόδοξος.
25. Δι᾿ ἀπάθειαν ἀκροτάτην, καὶ πλοῦτον χαρισμάτων, καὶ θαυμάτων ἐνέργειαν, καὶ προγνώσεως δύναμιν, τινὲς τὰ ἑαυτῶν σώματα εἰκῆ κατατρίβουσι· λαθόντες οἱ τάλανες, ὡς οὐ πόνοι, ἀλλὰ μᾶλλον ταπείνωσις τῶν τοιούτων μήτηρ καθέστηκεν. Ὁ δὲ χρεώστην ἑαυτὸν λογιζόμενος, ἀπροσδόκητον πλοῦτον καὶ αἰφνίδιον λήψεται.
26. Μὴ πείθου τῷ λικμήτορι τῷ πρὸς ὠφέλειαν τῶν ἀκουόντων τὰς ἀρετὰς θριαμβεύειν ὑποβάλλοντι· Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, ἑαυτὸν δὲ ζημιωθῇ; Οὐδὲν οὕτως ὡς ταπεινόν, καὶ ἀνόθευτον ἦθος, καὶ λόγος τοὺς ὁρῶντας οἰκοδομῆσαι δύναται· γίνεται γὰρ καὶ ἑτέροις ἐφόδιον τοῦ μηδέποτε ἐπαίρεσθαι· οὗ τί ἂν ὠφελείας μεῖζον καθέστηκεν;
27. Ἐπεσημήνατό τις τῶν ὁρᾷν δυναμένων, καὶ διηγεῖτο βλέπων· Ὅτιπερ, φησὶν, ἐν συνεδρίῳ μου καθημένου ἐληλυθότες οἱ τῆς κενοδοξίας καὶ τῆς ὑπερηφανίας δαίμονες ἐξ ἑκατέρωθέν μου ἐκάθηντο, καὶ ὁ μὲν ἔνυττέ. μου τὴν πλευρὰν τῷ δακτύλῳ αὐτοῦ τῷ κενοδόξῳ προτρεπόμενός με λέγειν τινὰ θεωρίαν ἢ ἐργασίαν, ἣν πεποίηκα ἐν τῇ ἐρήμῳ. Ὡς δὲ τοῦτον ἀπεσεισάμην εἰπών· Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ λογιζόμενοί μοι κακά· θᾶττον ὁ ἐξ εὐωνύμων πρὸς τὸ ἐμὸν οὖς ἔλεγεν· Εὖγε, εὖγε πεποίηκας· καὶ μέγας γέγονας, τὴν ἐμὴν ἀναιδεστάτην μητέρα νενικηκώς. Πρὸς ὃν ἐγὼ εὐθυβόλως τὸ ἑξῆς τοῦ στίχου ἀναλαβὼν εἴρηκα· Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε, εὖγε πεποίηκας.
Ἐρωτήσαντί μοι τὸν αὐτὸν πῶς ἡ κενοδοξία μήτηρ ὑπερηφανίας, ἀπεκρίνατο· Οἱ μὲν ἔπαινοι ὑψοῦσι καὶ φυσιοῦσιν· ὑψωθείσης δὲ τῆς ψυχῆς, τότε αὐτὴν ἡ ὑπερηφανία λαβοῦσα ἀναφέρει ἕως τῶν οὐρανῶν, καὶ καταφέρει ἕως τῶν ἀβύσσων.
28. Ἔστι δόξα ἐκ Κυρίου προσγινομένη· Τοὺς γὰρ δοξάζοντάς με δοξάσω, φησίν· καὶ ἔστιν ἐκ διαβολικῆς παρασκευῆς ἐπακολουθοῦσα. Οὐαὶ γὰρ, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι.
29. Ἐπιγνώσῃ σαφῶς τὴν προτέραν, ὁπόταν αὐτὴν ὡς βλάβην λογιζόμενος πάσῃ μηχανῇ ταύτην ἀποστρέφῃ. Καὶ ὅπου δ᾿ ἂν πορεύῃ τὴν σεαυτοῦ πολιτείαν ἀποκρύπτῃς τὴν δὲ δευτέραν, ὁπόταν κἂν τὸ τυχὸν πρὸς τὸν θεαθῆναι τοῖς ἀνθρώποις ἐργάζῃ.
Σχηματίζεσθαι ἡμᾶς τὴν οὐ προσοῦσαν ἡμῖν ἀρετὴν ἡ μιαρὰ ὑποτίθεται. Οὕτως γὰρ, φησὶν, λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, ὑποβάλλουσα. Πολλάκις ὁ Κύριος τοὺς κενοδόξους δι᾿ ἀτιμίας ἐπισυμβαινούσης εἰς ἀκενοδοξίαν κατέστησεν.
30. Ἀρχὴ ἀκενοδοξίας φυλακὴ στόματος, καὶ ἀτιμίας ἀγάπη· μεσότης δὲ ἀνακοπὴ πάντων τῶν νοουμένων τῆς κενοδοξίας ἐπιτηδευμάτων· τέλος δὲ -εἴπερ ἄρα καὶ ἔστι τῇ ἀβύσσῳ τέλος- τὸ τὰ πρὸς ἀτιμίαν συντελοῦντα ἐπὶ πλήθους ἐπιτηδεύειν ἀνεπαισθήτως.
31. Μὴ κρύπτε σὴν αἰσχύνην διὰ τὸ δοκεῖν μὴ διδόναι πρόσκομμα· λοιπὸν δὲ καὶ πρὸς τὸ εἶδος τοῦ σφάλματος, οὐ τῇ αὐτῇ ἐμπλάστρῳ ἴσως χρήσασθαι χρή.
32. Ὁπόταν ἡμεῖς τὴν δόξαν προσκαλούμεθα, καὶ ὅταν ἀκλήτως ὑφ᾿ ἑτέρων προπεμπομένη πρὸς ἡμᾶς παραγίνηται, καὶ ὅταν πρὸς κενοδοξίαν ἐπιτηδεύματά τινα ποιεῖν ἐπιχειρήσωμεν, τοῦ ἑαυτῶν πένθους [μνημονεύσωμεν], καὶ τῆς ἐν τῇ ἰδιαζούσῃ ἡμῶν προσευχῇ ἐμφόβου παραστάσεως ἐννοηθῶμεν συντόμως, καὶ πάντως ἐντρέψομεν τὴν ἀναιδῆ, εἴπερ ἄρα καὶ προσευχῆς ἀληθινῆς ἐπιμελούμεθα· εἰ δὲ οὒ, τῆς ἑαυτῶν ἐξόδου συντόμως ἔννοιαν λάβωμεν. Εἰ δὲ μὴ, κἂν τὴν ἐπακολουθοῦσαν αἰσχύνην τῇ κενοδοξίᾳ φοβηθῶμεν· Ὁ γὰρ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται πάντως, καὶ ἐνταῦθα [καὶ] πρὸ τοῦ μέλλοντος αἰῶνος.
33. Ὅταν οἱ ἐπαινέται, μᾶλλον δὲ πλανῆται, ἐπαινεῖν ἡμᾶς ἄρξωνται, τοῦ πλήθους τῶν ἀνομιῶν ἡμῶν κατὰ νοῦν συντόμως μνημονεύσωμεν, καὶ εὑρήσομεν ἑαυτοὺς ἀναξίους τῶν λεγομένων ἢ πραττομένων.
34. Εἰσὶ πάντως καὶ κενόδοξοι ἔν τισιν αἰτήμασιν αὐτῶν εἰσακουσθῆναι παρὰ τοῦ Θεοῦ ὀφείλοντες, ὧν ὁ Κύριος προκαταλαμβάνειν τὰς εὐχὰς καὶ τὰς δεήσεις πέφυκεν· ἵνα μὴ δι᾿ εὐχῆς εἰληφότες τῇ ἑαυτῶν οἰήσει προσθήσουσιν.
35. Οὐ πάνυ οἱ ἁπλούστεροι τῷ ἰῷ τούτῳ περιπίπτειν πεφύκασι. Κενοδοξία γάρ ἐστιν ἁπλότητος ἀποβολὴ, καὶ ἐπίπλαστος διαγωγή.
36. Σκώληξ πολλάκις αὐξηθεὶς πτεροφυήσας ἀνηνέχθη εἰς ὕψος, καὶ κενοδοξία τελεσθεῖσα ὑπερηφανίαν ἔτεκε, τὴν πάντων τῶν κακῶν ἀρχηγὸν καὶ τελειωτήν.
(Ὁ τῆς νόσου ταύτης ἐκτὸς, ἔγγιστα τῆς σωτηρίας· ὁ δ᾿ οὒ, πόῤῥω φανήσεται τῆς ἁγίων δόξης).
Βαθμὸς εἰκοστὸς πρῶτος· ὁ ταύτῃ μὴ ἁλοὺς, οὐ μὴ περιπέσῃ τῇ ἐχθραινούσῃ Θεῷ ἀκεφάλῳ ὑπερηφανίᾳ.